Τρίτη 6 Οκτωβρίου 2020

Ἑσπερινὴ Εὐχὴ Τρίτης


Οἴμοι, ἐν ποίᾳ καταγνώσει ἕστηκα, ἐν ποίᾳ αἰσχύνῃ κατάκειμαι!
Οὐκ ἔστι τὸ κρυπτόμενόν μου ὡς τὸ φαινόμενον.
Περὶ ἀπαθείας διαλεγομένῳ, ἡ τῶν αἰσχρῶν παθῶν μελέτη ἐν ἐμοὶ ὑπάρχει ἡμέρας καὶ νυκτός.
Περὶ ἁγνείας προϊέμενος, λόγους περὶ ἀσελγείας διενθυμοῦμαι.
Οἴμοι, οἵα ἐξέτασίς μοι ἀπόκειται!
Ἀληθῶς σχῆμα εὐσεβείας περίκειμαι, καὶ οὐ τὴν δύναμιν.
Ἐν ποίῳ προσώπῳ προσέρχομαι Κυρίῳ τῷ Θεῷ τῷ γινώσκοντι τὰ κρυπτὰ τῆς καρδίας μου;
Τοσούτοις κακοῖς ὑπεύθυνος ὑπάρχων, δειλιῶ ἱστάμενος ἐν προσευχῇ, μὴ καταβῇ πῦρ ἐξ οὐρανοῦ καὶ ἐκφλέξῃ με, ὥσπερ ποτὲ τοὺς προσενεγκόντας ἐν ἐρήμῳ (πῦρ ἀλλότριον, ἐξελθὸν) πῦρ παρὰ Κυρίου κατέκαυσεν αὐτούς.
Τί οὖν ἐγὼ προσδοκήσω, πολὺ ἄπειρον βάρος ἁμαρτιῶν περικείμενος;
Πεπώρωταί μου ἡ καρδία, ἠλλοίωταί μου ὁ εὐσεβὴς λογισμός, ἐσκοτίσθη μου ἡ διάνοια.
Ἀεὶ ἐπιστρέφω ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον.
Οὐκ ἔστι μοι παρρησία πρὸς τὸν ἐτάζοντα καρδίας καὶ νεφρούς·
οὐκ ἔστι μοι ἡ διάνοια καθαρά·
οὐκ ἔστι μοι δάκρυον ἐν προσευχῇ.
Κἂν στενάξω, ψύγω μου τὸ πρόσωπον τὸ ἐν αἰσχύνῃ γεγονός.
Κρούσω μου τὸ στῆθος, τὸ τῶν παθῶν οἰκητήριον, τὸ τῶν πονηρῶν λογισμῶν ἐργαστήριον.
∆όξα σοι, μόνε μακρόθυμε, δόξα σοι, μόνε ἀγαθέ, δόξα σοι, εὐεργέτα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.
Μεγάλοι σου οἱ οἰκτιρμοὶ ἐπὶ τοὺς ἁμαρτωλοὺς ἡμᾶς, Κύριε.
Μή με ἀπορίψῃς μετὰ τῶν λεγόντων σοι, Κύριε, Κύριε, καὶ μὴ ποιούντων τὸ θέλημά σου·
πρεσβείαις τῆς παναχράντου ∆εσποίνης ἡμῶν Θεοτόκου·
πρεσβείαις πάντων τῶν εὐαρεστησάντων ἐνώπιόν σου.
Σὺ γὰρ γινώσκεις, Κύριε, τὰ ἐν ἐμοὶ κεκρυμμένα πάθη·
σὺ ἐπίστασαι τὰ τραύματα τῆς ψυχῆς μου.
Ἴασαί με, Κύριε, (καὶ) ἰαθήσομαι.
Εἰ μὴ γὰρ σύ, Κύριε, οἰκοδομήσῃς οἶκον ψυχῆς, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες.
Παρασκευάζομαι γὰρ πρὸς ἀντίστασιν τῶν παθῶν, ἐν τῷ συμβάλλειν πρὸς αὐτά, καὶ ἡ κακοτεχνία τοῦ ∆ράκοντος ἐκλύει μου τὸν τόνον τῆς ψυχῆς διὰ τῆς ἡδονῆς·
καὶ μὴ ὄντος τινὸς τοῦ βιάζοντος, ὥσπερ αἰχμάλωτος αἴρομαι ὑπ' αὐτῶν.
Προθυμοῦμαι ἀποσπᾶσαι τὸν κατακαιόμενον, καὶ ἡ ὀσμὴ τοῦ πυρός, ἔτι νεάζοντός μου, ἐφέλκει με πρὸς τὸ πῦρ.
Πάλιν ὁρμῶ τοῦ σῶσαι τὸν καταποντιζόμενον, καὶ ἀπὸ ἀπειρίας σὺν αὐτῷ καταποντίζομαι.
Ἐπιπλήττω τὸν κάμνοντα, τυφλὸς ὢν αὐτός.
Ἰατρὸς θέλω γενέσθαι ὁ ἄθλιος τῶν παθῶν, αὐτὸς ἐγὼ ὑπ' αὐτῶν αἰχμαλωτιζόμενος.
Φώτισον, Κύριε, τοὺς ὀφθαλμοὺς τῆς καρδίας μου, ὅπως ἐπιγνώσομαι τὰ πλήθη τῶν παθῶν μου.
Ἡ χάρις σου ἐπισκιάσῃ ἐπ' ἐμέ, ∆έσποτα, καὶ φωτίσῃ μου τὴν ἐσκοτισμένην διάνοιαν, καὶ ἐπὶ τῇ ἀγνωσίᾳ μου γνῶσιν θείαν ἐνοικήσῃ μοι·
ὅτι οὐκ ἀδυνατήσει παρὰ σοὶ πᾶν ῥῆμα.
Αὐτός, Κύριε, τὴν ἄβατον θάλασσαν εὐδιάβατον παρέσχες τῷ λαῷ σου ποτέ.
Αὐτὸς ἐκ πέτρας ἀκροτόμου ὕδωρ αὐτοῖς παρέσχες [τῷ λαῷ σου] διψῶσιν.
Αὐτὸς μόνος τὸν ἐμπεσόντα εἰς τοὺς λῃστὰς τῇ ἀγαθότητί σου διέσωσας.
Σπλαγχνίσθητι ἐπ' ἐμοί, Κύριε, διὰ τὴν πολλήν σου ἀγαθότητα, τῷ περιπεσόντι εἰς τοὺς λῃστὰς καὶ δεθέντι ὡς δεσμίῳ ὑπὸ κακοφροσύνης.
Οὐδεὶς ὁ δυνάμενος ἰάσασθαί μου τὸ ἄλγος τῆς ψυχῆς, εἰ μὴ σύ, Κύριε, ὁ ἐπιστάμενος τὰ βάθη τῆς καρδίας μου.
Ὁσάκις ἐθέμην ὁ τάλας ἐν ἐμαυτῷ ὅρους, καὶ τείχη ἀνῳκοδόμησα μεταξὺ ἐμοῦ καὶ τῆς ἀνόμου ἁμαρτίας, καὶ τῶν ἐναντίων ἐξεναντίας βαλόντων εἰς πόλεμον, ἡ διάνοια τοὺς ὅρους παρέβη, καὶ τὰ τείχη κατεσκάφη, διὰ τὸ τοὺς ὅρους μὴ ἔχειν ἀσφάλειαν φόβῳ τοῦ κρείττονος, καὶ διὰ τὸ μὴ τὰ τείχη θεμελιοῦσθαι ἐπὶ εἰλικρινοῦς μετανοίας.
Τίς οὐ μὴ κλαύσῃ ἐπ' ἐμοί, ὅτι διὰ μικρὰν ἡδονὴν τοῦ ἀτελευτήτου πυρὸς κατεφρόνησα, καὶ τῆς αἰωνίου βασιλείας οὐκ ἀντεποιησάμην;
Ἐδούλωσα τοῖς πάθεσιν ὁ ἄθλιος τὸ τῆς ψυχῆς μου ἀξίωμα.
Κτηνώδης ἐγενόμην, καὶ οὐκ ἰσχύω ἀτενίσαι πρὸς τὸν εὔσπλαγχνον Κύριον.
Ἐκοσμήθην ποτὲ πλουτοποιοῖς χαρίσμασι, νῦν δὲ τὴν πενίαν τῶν παθῶν ἠγάπησα.
Ξένος ἐγενόμην τῶν ἀρετῶν, εἰς χώραν κακίας ἀποδημήσας μακράν.
Ἡμίθνητός εἰμι, βραχύτατον ἔχων ζωῆς λείψανον.
Κλαύσατέ με, ὅσιοι καὶ δίκαιοι, τὸν ἐν πάθεσι καὶ ἁμαρτίαις συλληφθέντα·
κλαύσατέ με οἱ τῆς ἐγκρατείας ἐργάται τὸν γαστρίμαργον καὶ φιλήδονον·
κλαύσατέ με οἱ ἐλεηθέντες καὶ ἐπιγνώμονες, τὸν ἐλεηθέντα καὶ παραπικράναντα·
κλαύσατέ με οἱ ἀγαπήσαντες τὰ ἀγαθὰ καὶ μισήσαντες τὰ πονηρά, τὸν ἀγαπήσαντα τὰ πονηρὰ καὶ μισήσαντα τὰ ἀγαθά·
κλαύσατέ με οἱ βίον ἐνάρετον κεκτημένοι, τὸν ἐν σχήματι ἐνάρετον, τοῖς δὲ ἔργοις ἐμπαθῆ καὶ ἀδιάφορον·
κλαύσατέ με οἱ Θεῷ εὐάρεστοι τὸν ἀνθρωπάρεσκον·
κλαύσατέ με οἱ τὴν τελείαν ἀγάπην πρὸς τὸν Θεὸν καὶ εἰς τὸν πλησίον ἔχοντες, τὸν λόγοις μὲν ἀγαπῶντα, ἔργοις δὲ πόρρω ἀπέχοντα·
κλαύσατέ με οἱ τὴν ὑπομονὴν κεκτημένοι καὶ καρποφοροῦντες, τὸν ἀνυπομόνητον καὶ ἄκαρπον·
κλαύσατέ με οἱ ἀνεπαισχύντως τῷ Θεῷ προσευχόμενοι, τὸν αἰσχυνόμενον ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ·
κλαύσατέ με οἱ τὴν πρᾳότητα κεκτημένοι, τὸν ταύτης ἀλλότριον·
(κλαύσατέ με οἱ ἐλεήμονες τὸν ἀνελεήμονα·) κλαύσατέ με οἱ ταπεινόφρονες, τὸν ὑψηλόφρονα καὶ ὑπερήφανον·
κλαύσατέ με οἱ τὴν ἀκτημοσύνην τῶν Ἀποστόλων κτησάμενοι, τὸν ὑλομανοῦντα καὶ φορτιζόμενον·
κλαύσατέ με οἱ πιστοὶ καὶ ἑδραῖοι τῇ καρδίᾳ πρὸς τὸν Κύριον, τὸν δίψυχον καὶ σαθρὸν καὶ ἀδόκιμον·
κλαύσατέ με οἱ τὸ πένθος ἀγαπήσαντες καὶ τὸν γέλωτα μισήσαντες, τὸν ἀγαπήσαντα τὸν γέλωτα καὶ μισήσαντα τὸ πένθος·
κλαύσατέ με οἱ ἔχοντες ἐν νῷ τὴν μετὰ θάνατον κρίσιν, τὸν ὁμολογοῦντα μεμνῆσθαι, καὶ τὰ ἐναντία πράττοντα·
κλαύσατέ με οἱ κληρονόμοι τῆς βασιλείας τῶν οὐρανῶν, τὸν γεέννης τοῦ πυρὸς ἄξιον.
∆εήθητε, Ἅγιοι τοῦ Θεοῦ, ὑπὲρ ψυχῆς κλυδωνιζομένης·
ἐν οἷς δύνασθε, Ἅγιοι τοῦ Θεοῦ, βοηθήσατε.
Οἶδα γὰρ ὅτι ἐὰν δεηθῆτε τοῦ φιλανθρώπου Θεοῦ, πάντα συγχωρηθήσεται ἡμῖν τῷ πελάγει τῆς αὑτοῦ χρηστότητος.
Καὶ ὥσπερ ὁ Θεὸς ἐστὶ φιλάνθρωπος, οὕτω καὶ ὑμεῖς μὴ ὑπερίδητε ἀξιούμενοι τὴν δέησιν ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅτι οὐκ ἔχω παρρησίαν διὰ τὰ πολλά μου ἁμαρτήματα.
Ἔργον ὑμῖν ἐστίν, Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύειν ὑπὲρ ἁμαρτωλῶν, Θεοῦ δὲ ἔργον ἐστὶ τοὺς ἀπεγνωσμένους ἐλεεῖν.
∆εήθητε, Ἅγιοι τοῦ Θεοῦ, τοῦ βασιλέως περὶ αἰχμαλώτου·
δεήθητε τοῦ ποιμένος περὶ τοῦ προβάτου·
δεήθητε τῆς ζωῆς περὶ τοῦ νεκροῦ·
ὅπως ἀποστείλῃ αὐτοῦ τὴν χάριν, καὶ στηρίξῃ τὸ εὐόλισθον τῆς ταπεινῆς μου ψυχῆς.
Προσπίπτω τοῖς οἰκτιρμοῖς τῆς σῆς ἀγαθότητος, ∆έσποτα τῶν ἁπάντων.
∆έξαι παράκλησιν ἁμαρτωλοῦ·
γλύκανον ψυχὴν πικρανθεῖσαν ὑπὸ τῆς ἁμαρτίας·
μετάδος διψῶντι ἐκ τῆς πηγῆς τῆς ζωῆς, καὶ ὁδήγησόν με ἐν τῇ ὁδῷ αὐτῆς·
εἰσάγαγέ με εἰς τὴν βασιλικὴν πύλην, ὡς ∆εσπότης τὸν ἴδιον δοῦλον, ὅπως ἐλευθερωθῶ τῆς δουλείας τῶν ἀτίμων παθῶν, ὅτι συνέχεταί μου ἡ καρδία ὡς ἐν ἁλύσει σιδηρᾷ.
Προφθασάτωσάν με οἱ οἰκτιρμοί σου, Κύριε, διὰ τῆς παρακλήσεως τῶν Ἁγίων σου, πρὶν ἑλκυσθῶ ἅμα τοῖς ἐργαζομένοις τὴν ἀνομίαν.
Ἐκεῖ ἀποκαλυφθήσονται τὰ ἐν τῷ σκότει καὶ τὰ ἐν τῷ φανερῷ πεπραγμένα μοι.
Οἴμοι, ποία αἰσχύνη με καταλήψεται, ὅταν ἴδωσί με καταδικασθέντα οἱ δοκοῦντες με νῦν ἄμεμπτον εἶναι!
Τὴν πνευματικὴν ἐργασίαν καταλιπὼν ὁ ἄθλιος, τοῖς πάθεσιν ὑπετάγην!
Οἴμοι, ψυχή!
Τί ἀμαυροῦται τῷ ζόφῳ τῶν παθῶν μου ὁ ἥλιος!
Τί ἐνδαπανᾶται ἡ ζωὴ τῷ θανάτῳ!
Τί οὐκ ἀφανίζεται τῇ παρουσίᾳ τῆς ἀκτῖνος ὁ ζόφος!
Τί τὴν φθορὰν τῆς ἀφθαρσίας προκρίνομεν!
Τί πρὸς γῆν τοῖς πάθεσι, ψυχή, συμφερόμεθα!
Τὸ θεότευκτον ἄμφιον ἠχρειώσαμεν, καὶ ἀνάξιον τοῦ βασιλικοῦ γάμου ἐποιήσαμεν.
Ἑκουσίως ταῖς ἁμαρτίαις ἐπράθημεν.
Τῷ ἐχθρῷ τῆς ζωῆς ἡμῶν κατεδουλώθημεν.
Τί ἐρεῖς τῷ Κριτῇ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ καὶ φρικτῇ;
Ἐπείνασα διὰ σέ, ἢ ἐδίψησα, ἢ ἐγυμνήτευσα, ἢ ἐταπεινώθην;
Ἢ ἠγάπησά σε ὅλῃ μου τῇ ψυχῇ;
Παρρησίᾳ διηνεκῶς βοᾷ ὁ ∆ιδάσκαλος.
∆έξαι ὁ ἐν ἐξουσίᾳ τὸν χαλινόν, ὁ ἐν δουλείᾳ τὴν ἰσοτιμίαν, ὁ πένης τὸν ἄσυλον πλοῦτον.
Τί μὴ τὴν ἐλευθερίαν, ἀλλὰ τὴν στενοχωρίαν;
Τί καιρὸν ἀναμένεις, ἀλλ' οὐ λογισμόν;
Τί φίλον ἐπίβουλον, ἀλλ' οὐ πόθον σωτήριον;
Τί μὴ βοηθοῦμεν τῇ φύσει καιρὸν ἔχοντες;
Ἕως ἔτι τῶν λογισμῶν κύριος εἶ·
ἕως οὔπω νοσεῖ τὸ σῶμα καὶ ἡ διάνοια·
ἕως οὐκ ἐπ' ἄλλοις κεῖται τὸ σὸν ἀγαθόν·
ἕως δῆλόν σοι τὸ δῶρον, ἀλλ' οὐκ ἀμφίβολον, καὶ τοῦ βάθους ἡ χάρις ἐφάπτεται·
ἕως οὗ δάκρυα περὶ σὲ τῆς ἐξόδου μηνύματα·
πρόφθασον, στῆθι γενναίως κατὰ τῶν παθῶν μετὰ τῆς συμμαχίας εἰς Θεοῦ παράταξιν·
ἀρίστευσον κατὰ τοῦ Γολιάθ, μὴ λῃστὴς προλάβῃ, μὴ φονεὺς προαρπάσῃ, μή τις τῶν βιαστῶν καὶ ἁρπακτῶν τῆς βασιλείας σὲ ἀποκλείσῃ.
Φοβητέον καὶ πάσῃ φυλακῇ τηρητέον, μὴ ψεῦσται τῆς ὁμολογίας ἡμῶν φαινώμεθα.
Εἰ γὰρ τὰς πρὸς ἀνθρώπους ὁμολογίας ἐμπεδοῖ Θεὸς μέσος παραληφθείς, πόσος ὁ κίνδυνος ὧν (πρὸς αὐτὸν ἐθέμεθα θείων συνθηκῶν, τούτων) παραβάτας εὑρίσκεσθαι, καὶ μὴ μόνον τῶν ἄλλων ἁμαρτημάτων, ἀλλὰ καὶ αὐτοῦ τοῦ ψεύδους ὑποδίκους εἶναι τῇ ἀληθείᾳ, καὶ ταῦτα οὐκ οὔσης δευτέρας ἀναγεννήσεως, οὐδὲ ἀναπλάσεως, οὐδὲ εἰς τὸ ἀρχαῖον ἀποκαταστάσεως.
∆εινὸν παρελθεῖν τὴν πανήγυριν, καὶ τηνικαῦτα τὴν πραγματείαν ζητεῖν.
∆εινὸν ὑστεροβουλία, καὶ [τὸ] τηνικαῦτα τῆς ζημίας αἰσθάνεσθαι, ὅτι οὐκ ἔστι λύσις ζημίας μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν καὶ τὸν πικρὸν συγκλεισμὸν τῶν ἑκάστῳ βεβιωμένων.
Ὡς ὁ τελώνης στενάζω, ὡς ἡ πόρνη δακρύω, ὡς ὁ λῃστὴς ἀναβοῶ, ὡς ὁ ἄσωτος υἱὸς κραυγάζω πρὸς σέ, φιλάνθρωπε Χριστέ, Σωτὴρ τοῦ κόσμου, τὸ φῶς τὸ ἀληθινόν.
Στήριξον ἐξασθενήσασαν τὴν παρειμένην ψυχήν μου τῇ μέθῃ τῶν ἡδονῶν.
Θεράπευσον τὰ ἕλκη ταύτης, καὶ ἐκτροπὰς τοῦ νοός μου.
Ἀπόπλυνον αὐτὴν μεμελανωμένην τῷ λύθρῳ τῆς ἁμαρτίας, τῷ σῷ τιμίῳ αἵματι.
Νῦν καιρὸς εὐπρόσδεκτος, νῦν ἡμέρα σωτηρίας.
Ἐν τῷ πλήθει τοῦ ἐλέους σου ἐπίτρεψόν με, μόνε μακρόθυμε, καὶ ῥῦσαί με ἀπὸ πάσης ἐνηδόνου τρυφῆς.
Μὴ εἰς τέλος καταφλέξῃ με ἡ κάμινος τῶν παθῶν, ἀλλὰ τῇ δρόσῳ τοῦ ἐλέους σου καταμάρανον αὐτήν.
Οὐαί μοι, ὅτι ἐδωρήσω μοι, Κύριε, φωτισμὸν γνώσεως, κἀγὼ αὐτὸν ἀθετῶ!
Οὐαί μοι, ὅτι πάντοτε ἠσθένησα καὶ ἀσθενῶ, καὶ ἀδιαλείπτως ἐπισκέπτεταί με ἡ χάρις σου καὶ ἰᾶταί με, καὶ καθ' ὥραν ἠθέτησα καὶ ἀθετῶ τὴν δωρεὰν τῶν ἰαμάτων αὐτῆς!
Ὅσων δωρεῶν ἐμὲ τὸν ἁμαρτωλὸν ἐπλήρωσας, ∆έσποτα, καὶ ἀεὶ δωρῇ, ἐγὼ δὲ ὁ τάλας εἰμὶ ἀγνώμων τῇ προαιρέσει!
Πάντοτε γλυκαίνομαι ὑπὸ τῆς χάριτός σου, πάντοτε φωτίζομαι, συνεχῶς στηρίζομαι, καὶ πάντοτε (αὐτὴν) ἀθετῶ καὶ εἰς τὴν πικρότητα ἐμαυτοῦ πάλιν μεταβάλλομαι.
Ὑπομιμνῄσκεις με, Ὑπεράγαθε, τὸν θάνατον, τὰς αἰωνίους τιμωρίας, καὶ ἕλκεις με πάντοτε εἰς τὴν ζωήν, ἵνα σωθῶ, ἐγὼ δὲ τῇ μοχθηρίᾳ ἀεὶ ἐπιμένω.
Χάριν τούτων οὐκ ἔχω οὐδεμίαν ἀπολογίαν ἐκεῖ.
Κρούω, ἵνα ἀνοιγῇ μοι ἡ θύρα τοῦ ἐλέους σου, Κύριε.
Ἐπιμένω δεόμενος, ὅπως ἐπιτύχω τοῦ αἰτήματος.
Ὡς ἀναιδὴς ἐλεηθῆναι ζητῶ.
Μακροθύμησον ἐπ' ἐμοὶ τῷ σκολιῷ.
Ῥῦσαί με τῶν περιεχουσῶν με ἁμαρτιῶν, καὶ ὑγιὴς γενόμενος ἐγερθῶ τῆς κλίνης τῆς φθοροποιοῦ ἁμαρτίας.
Ἐλευθέρωσόν με ἀπὸ παντὸς ἔργου πονηροῦ, πρὶν καταλάβῃ με τὸ τέλος·
(ὅπως εὕρω χάριν ἐνώπιόν σου ἐν τῇ ὥρᾳ τοῦ θανάτου καὶ χωρισμοῦ·) ἐν γὰρ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι;
Λεύκανον τὸν σπιλωθέντα μοι χιτῶνα πρὸ τοῦ ἐλθεῖν μοι τὸ πρόσταγμα τὸ φοβερόν, καὶ λαβεῖν με ἀνέτοιμον καὶ ᾐσχυμμένον.
Ῥῦσαι ψυχὴν τεθλιμμένην ἐκ στόματος λέοντος, καὶ σῶσον αὐτὴν χάριτι καὶ οἰκτιρμοῖς, πρεσβείαις τῆς παναχράντου ∆εσποίνης ἡμῶν Θεοτόκου καὶ πάντων σου τῶν Ἁγίων·
ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.