Παρασκευή 22 Απριλίου 2022

Εἰς τὴν ἁγίαν Παρασκευὴν καὶ εἰς τὸ πάθος τοῦ Χριστοῦ καὶ εἰς τὸν δίκαιον Ἰώβ


Μεγάλα τῆς προσευχῆς τὰ χαρίσματα, ἀνεξάλειπτα ταύτης τὰ κατορθώματα. Ὅπου δ' ἄν τις περιστρέψῃ τὸ τῆς διανοίας ὄμμα, οὐδὲ προσευχῆς τιμιώτερον εὑρήσει. Προσευχὴ τὸν Νῶε διεκυβέρνησεν καὶ τοῦ θεηλάτου κατακλυσμοῦ ἀναυάγητον διετήρησεν·προσευχὴ τὴν στείρωσιν τῆς Ἄννας διέλυσεν καὶ τῆς ἐπαράτου κατάρας παραδόξως ἀπήλλαξεν·προσευχὴ τῷ Ἰωνᾶ τὴν κοιλίαν τοῦ κήτους εὐκτήριον οἶκον εἰργάσατο καὶ Νινευΐταις τὴν πόλιν ἄτρωτον διετήρησεν·προσευχὴ Ἐζεκίᾳ τῷ βασιλεῖ πεντεκαιδεκαετῆ χρόνον ἐχαρίσατο.

Καὶ ἵνα μὴ μακρολογῶ πόσον δύναται προσευχή, αὐτὸν τὸν Κύριον εἰς μέσον ἀγάγωμεν, τὸν ποιήσαντα καὶ διδάξαντα, τὸν μὴ μόνον προσευξάμενον ἀλλὰ καὶ προσεύχεσθαι παραινέσαντα, ὡς ἔστιν Αὐτοῦ ἀκοῦσαι λέγοντος πρὸς τοὺς ἑαυτοῦ μαθητάς· Ὅταν προσεύχεσθε, λέγετε·

Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου.

Ὡς τέκνα Πατέρα παρακαλεῖτε, ὡς στρατιῶται τὸν Βασιλέα περιμένετε, ὡς πολιτογραφηθέντες εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, πλὴν τοῦ δεσποτικοῦ ὀνόματος μηδὲν ἕτερον ἐπιβοᾶτε.

Οὐ μόνον δὲ ὑπὲρ ἑαυτῶν τοὺς μαθητὰς ὁ Κύριος ἐδίδαξε προσεύχεσθαι, ἀλλὰ καὶ ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ ἐχθραινόντων καὶ ἐπιβουλευόντων, ὡς ἔστιν αὐτοῦ ἀκοῦσαι τοῦ Κυρίου λέγοντος πρὸς αὐτούς·

Προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς.

Ὃ ἐδίδαξεν ὁ Κύριος καὶ ἐποίησεν·προσηύξατο καὶ αὐτὸς ὑπὲρ τῶν ἀθετούντων αὐτὸν ἐχθρῶν.

Καὶ πότε προσηύξατο ὑπὲρ τῶν ἐχθρῶν ὁ Κύριος;
Πότε;
Τῇ παρούσῃ παρασκευῇ, ὅτε παρέστη τῷ σταυρῷ.

Σήμερον γάρ, ὡς ἴστε, ὁ πάντων Κριτὴς σταυροῦται. ∆ιὸ καὶ ὡς εἶδεν ἑαυτὸν ὁ Κύριος ὑπὸ τῶν Ἰουδαίων σταυρούμενον καὶ τοὺς Ἰουδαίους ὑπὸ τῶν ἀψύχων στοιχείων κατακρινομένους, καὶ ὅτι ὁ ἥλιος ἐσκοτίζετο, ἐκεῖνοι δὲ οὐκ ἐστύγναζον, καὶ ὅτι σεισμὸς καθολικὸς ἐγίνετο, ἐκεῖνοι δὲ τῆς κακίας οὐ μετεφέροντο, καὶ ὅτι τὸ καταπέτασμα τοῦ ναοῦ διερρήγνυτο, ἐκείνων δὲ αἱ καρδίαι οὐ κατηνοίγοντο, καὶ ὅτι πολλὰ μὲν ἠνοίγοντο μνήματα, ἐκείνων δὲ αἱ ψυχαὶ οὐκ ἐφωτίζοντο, καὶ ὅτι νεκροὶ μὲν ἀνίσταντο, ἐκεῖνοι δὲ τοῖς νεκροῖς συνελογίζοντο, οὕτως καὶ ὁ Κύριος φιλανθρωπευόμενος τὸ τῶν ἀνθρώπων γένος ἐν αὐτῷ τῷ σταυρῷ προσηύχετο πρὸς τὸν ἑαυτοῦ πατέρα τῇ παρούσῃ παρασκευῇ λέγων·

Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.

Εἶδες, ὦ φίλε, πῶς ὃ ἐδίδαξε καὶ ἐπλήρωσεν, πῶς ὑπὲρ τῶν ἐχθρῶν προσεύχεται;

∆ιὰ τί;
Ἤθελεν ὁ πατὴρ τοῦ κυρίου ὡς ἀγανακτῶν ὑπὲρ τῆς ὕβρεως τοῦ υἱοῦ θανατῶσαι τὸ τῶν Ἰουδαίων φῦλον,
τοὺς ἀντὶ προσκυνήσεως σταυρὸν πελεκῶντας,
καὶ ἀντὶ παρακλήσεως ἥλους χαλκεύοντας,
καὶ ἀντὶ προσφορᾶς ὄξος προσάγοντας,
καὶ ἀντὶ δώρων καλάμῳ τύπτοντας,
καὶ ἀντὶ κειμηλίων ἀκάνθινον στέφανον πλέκοντας, καὶ τολμηρῶς βοῶντας·

Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.

∆ιὰ ταῦτα βουλευομένου τοῦ πατρὸς ἐξαλεῖψαι παραυτὰ τὸ τῶν Ἰουδαίων φῦλον, ὁ μονογενὴς Υἱὸς ὡς μεσίτου τάξιν εἰληφὼς παρεκάλει τὸν Πατέρα λέγων·

Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.
Πολλοὶ γὰρ ἐξ αὐτῶν ἐπιστρέψουσιν·
διὸ παρακαλῶ, μὴ συνθερισθῇ ζιζανίοις σῖτος,
μὴ συναπόλλωνται λύκοις ἀρνειοί,
μὴ συνφθαρῶσι κόραξι περιστεραί,
μὴ συγκαυθῶσιν ἀκάνθαις ῥόδα.
Οὐ μόνον Καϊάφας ἐνταῦθα μαστίζων,
ἀλλὰ καὶ Παῦλος ἐπιστρέφων·
οὐ μόνον ὁ δοῦλος τοῦ ἀρχιερέως ῥαπίζων, ἀλλὰ καὶ Στέφανος τὸ μαρτύριον εὐτρεπίζων.

Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.

Ταῦτα δὲ ὁ Υἱὸς ἔλεγε πρὸς τὸν Πατέρα οὐχ ὡς τοῦ Πατρὸς ἀγνοοῦντος τί βούλεται ὁ Υἱὸς ἢ τοῦ Υἱοῦ ἀμφιβάλλοντος τί θέλει ὁ Πατήρ– μία γὰρ βούλησις Πατρὸς καὶ Υἱοῦ·καὶ ἐκεῖνο οἶδεν ὁ νοῦς ὃ θέλει ὁ λόγος–, οὐχ ὡς ἀγνοῶν τοίνυν τὴν τοῦ Πατρὸς βούλησιν ἔλεγε ταῦτα, ἀλλ' ὡς βουλόμενος καὶ ἐν αὐτῷ τῷ σταυρῷ ὁ μονογενὴς Υἱὸς τὴν ἐμφάνειαν τοῦ Πατρὸς ποιήσασθαι, ἵνα μὴ ὡς ξένος καὶ νόθος διαβληθῇ, ἀλλ' ὡς γνήσιος καὶ τῆς αὐτῆς οὐσίας ὤν.

∆ιὰ ταῦτα προσεύχεται ὁ μονογενὴς Υἱός, ὅπως τοῦ Πατρὸς τὴν ἐμφάνειαν ποιήσηται, ὅπως ὃ ἔλαβε παρὰ τοῦ Πατρὸς ἀντιδῷ καὶ Αὐτὸς τῷ Πατρί.
Ἔστι δὲ πάντως εἰπεῖν τινα·
Τί ἐστιν ὃ ἔλαβε παρὰ τοῦ Πατρός, ἵνα ἀντιδῷ καὶ Αὐτὸς τῷ Πατρί;

Ἄκουε ἅπερ οὐκ ἀγνοεῖς· διὸ ὑπομιμνήσκω, οὐ διδάσκω. Ἤκουες ἐν τῷ βαπτίσματι τῷ Ἰορδανιαίῳ ἄνωθεν τοῦ Πατρὸς βοῶντος· Οὖτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ ηὐδόκησα, Αὐτοῦ ἀκούετε. Ὁ Πατὴρ τὸν Υἱὸν σημαίνει καὶ γνωρίζει τοῖς ἀνθρώποις. Βουλόμενος τοίνυν ὁ Υἱὸς ἀνταποδοῦναι ταύτην τὴν μαρτυρίαν τῷ Πατρὶ ἐν αὐτῷ τῷ σταυρῷ ἐβόα·

Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην, οὐ γὰρ οἴδασι τί ποιοῦσιν.

Καὶ ὅτι δι' ἐμφάνειαν ταῦτα ὁ μονογενὴς Υἱὸς ἐφώνησεν, ἄκουε αὐτοῦ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα λέγοντος·

Πάτερ , ἐφανέρωσά σου τὸ ὄνομα τοῖς ἀνθρώποις.

Τούτου γὰρ χάριν καὶ ἡ οἰκονομία, ἵνα ὁ Πατὴρ γνωρίσῃ τὸν Υἱόν, ἵνα ὁ Υἱὸς γνωρίσῃ τὸν Πατέρα, ὡσαύτως μεταξὺ Πατρὸς καὶ Υἱοῦ γνωρισθῇ καὶ τὸ Ἅγιον Πνεῦμα.

Ὁμοίως πάλιν ἄκουε τὸν Υἱὸν προσευχόμενον καὶ λέγοντα πρὸς τὸν Πατέρα·

Πάτερ, ἄφες αὐτοῖς τὴν ἁμαρτίαν ταύτην.

Ἀλλὰ σύ, ἀκρόατα, μὴ ἀρνήσῃ τὴν γνώμην,
μὴ σμικρύνῃς τὸν ἀκατάληπτον.
Ἐὰν γὰρ τὸν Υἱὸν σμικρύνῃς, καὶ τὸν Πατέρα σμικρύνεις·
ἐκεῖ γάρ ἐστιν ὁ Πατήρ, ὅπου ἐστὶν ὁ Υἱός.
∆ιὰ τοῦτο καὶ Υἱὸς προσηγόρευται ἀπὸ τοῦ Οἷος, τουτέστιν οἷος ὁ Πατήρ, τοιοῦτος καὶ ὁ Υἱός.
∆ιὸ ἀκούων τὸν μονογενῆ τοῦ Θεοῦ Υἱὸν προσευχόμενον, κατὰ τὸν τῆς ἐνανθρωπήσεως λόγον ἐκλάμβανε.
Προσεύχεται γὰρ οἰκονομικῶς, θαυματουργεῖ δὲ θεοπρεπῶς·
οὐκ ἄλλος ὁ πάσχων καὶ ἄλλος ὁ θαυματουργῶν.

Εἷς καὶ ὁ αὐτὸς ὁ καθεύδων καὶ ὁ νεκροὺς ἐγείρων,
εἷς καὶ ὁ αὐτὸς ὁ πεινῶν καὶ ὁ χορτάζων,
εἷς καὶ ὁ αὐτὸς ὁ μονογενὴς Υἱὸς ὁ καὶ ἐν τῷ παρθενικῷ σηκῷ ἀστενοχωρήτως οἰκήσας,
καὶ ἐν τῷ σταυριαίῳ ξύλῳ ἀρρήτως παγείς,
καὶ ἐν τῷ λελαξευμένῳ μνημείῳ τὸ τριήμερον καθευδήσας,
καὶ ἐν τῇ νεφέλῃ τῆς ἀναλήψεως τὴν ἀπαρχὴν τῆς ἀνθρωπότητος ἀνασφαιρίσας,
καὶ ἐν τῷ Πατρῴῳ κόλπῳ ἀφράστως καὶ ἀχρόνως αὐλιζόμενος, καὶ ἄνω καὶ κάτω μηδαμοῦ λειπόμενος.

Μεγάλα τοίνυν τὰ τῆς προσευχῆς χαρίσματα,
ἀνεξάλειπτα τὰ ταύτης δωρήματα.
Προσευχὴ θλίψεως ἀπουσία, εὐφροσύνης ἐπιστασία, φίλων παραμυθία, τοῦ ἐπὶ πάντων Θεοῦ δωροδοσία.

Ἔστι δὲ πάντως εἰπεῖν τινα·
Τί ἐστι προσευχὴ τοῦ ἐπὶ πάντων Θεοῦ δωροδοσία;
Τί ἐστιν;
Ἤκουες ἀρτίως τοῦ συγγραφέως Μωσέως λέγοντος·
Εἶπεν ὁ Κύριος Ἐλιφὰζ τῷ θεομανείτῃ·
Ἥμαρτες σὺ καὶ οἱ δύο σου φίλοι·
οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου οὐδὲν ἀληθές, ὥσπερ ὁ θεράπων μου Ἰώβ.
Καὶ νῦν λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν παῖδα μου Ἰώβ, καὶ ποιήσει καρπώσεις ὑπὲρ ὑμῶν, καὶ ζήσεσθε, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ ἔλαβα, ἀπώλεσα ἂν ὑμᾶς.

Εἶδες προσευχὴν φίλων εὐεργεσίαν, καὶ πῶς ὁ Θεὸς ἀνθρώποις διὰ προσευχῆς λύσιν πλημμελημάτων χαρίζεται;

Εἶπεν ὁ Κύριος τῷ Ἐλιφάζ· Ἥμαρτες σὺ καὶ οἱ δύο σου φίλοι. Πορεύθητε οὖν πρὸς τὸν παῖδά μου Ἰώβ, καὶ προσεύξηται ὑπὲρ ὑμῶν ὁ θεράπων μου Ἰώβ.

Καλῶς ὁ Κύριος ἐν ταὐτῷ τὸν Ἰὼβ καὶ παῖδα καὶ θεράποντα προσαγορεύει· παῖδα τὸ τῆς δουλείας ὄνομα, θεράποντα τὸ τῆς εὐσεβείας κατόρθωμα. Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, ὁ θεράπων μου προσεύξηται ὑπὲρ ὑμῶν καὶ ζήσεσθε.

Ὢ τῆς τοῦ Κυρίου ἀγαθότητος.
Αὐτὸς φιλανθρωπεύεται καὶ τῷ Ἰὼβ τὴν χάριν παρέχει.
Σφόδρα καλῶς.

Ὥσπερ γὰρ ἐν τοῖς παροῦσι κοσμικοῖς βασιλεὺς βουλόμενος τὸν ἔγγιστα αὐτοῦ καὶ πλουτίσαι καὶ δοξάσαι, δι' αὐτοῦ δέλτους δωρεῖται καὶ σωτηρίαν καταδίκοις χαρίζεται, ὅπως κἀκείνους εὐεργετήσῃ καὶ τὸν ἔγγιστα πλουτίσῃ, οὕτω καὶ ὁ τῶν πάντων βασιλεὺς Θεὸς βουλόμενος τὸν Ἰὼβ ὡς ἴδιον ἄνδρα δοξάσαι, δι' αὐτοῦ τὴν ἁμαρτίαν τοῖς φίλοις συγχωρεῖ, ὅπως καὶ αὐτὸς δοξασθῇ κἀκεῖνοι τῆς ἁμαρτίας ῥυσθῶσιν.

Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ.
Εἰ μὴ παρ' αὐτοῦ παρακληθῶ, συγγνώμην οὐ δίδωμι.
Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ·
ὃν ὑβρίσατε παρακαλέσατε, ὃν ἠθετήσατε δοξάσατε, τὸν εἱλκωμένον ἱερέα δέξασθε, τὸν ἐπὶ τῆς κοπρίας ἐπὶ τῷ θυσιαστηρίῳ κατανοήσατε.
Οὐ γὰρ ὡς ἁμαρτωλὸν αὐτὸν ἐγκατέλιπον, ἀλλ' ὡς δίκαιον ἐδόξασα.
Χρυσὸς ἐν καμίνῳ δοκιμάζεται, καὶ δίκαιος ἐν πειρασμοῖς λαμπρύνεται.
Μὴ ἐζημίωσεν αὐτὸν ἡ κοπρία;
Μὴ οὐ γέγονεν ἐνδοξότερος;
Μὴ κακῶς ἐπραγματεύσατο;
Οὐκ ἔδωκεν ἁπλᾶ, καὶ διπλᾶ ἔλαβεν;
Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, τὸν ἀπὸ καμάτου καὶ συγκοπῆς εἰς ἄνεσιν ἐλθόντα.

Μάθετε φίλου πιστοῦ προκοπήν·
ἐκεῖνος πιστός, ὑμεῖς δὲ ἄπιστοι.
Ἐξ ὧν εἴδατε, μάθετε ὅτι οὐδεὶς πιστεύσας εἰς Κύριον ἐγκατελείφθη.
Πορεύθητε πρὸς τὸν παῖδά μου Ἰώβ, ὅτι εἰ μὴ δι' αὐτὸν ἀπώλεσα ἂν ὑμᾶς.

Ταῦτα ἀκούσας Ἐλιφὰζ εὐθέως παραλαβὼν τοὺς δύο φίλους, Βάλδαν καὶ τὸν Σοφάρ, ἐπορεύθησαν δρομαίῳ ποδὶ πρὸς τὸν γενναιότατον Ἰώβ, καὶ πορευθέντες προσέπεσαν, ἐδεήθησαν, ἠξίωσαν, παράκλησιν ᾔτησαν λέγοντες πρὸς τὸν Ἰώβ·
Ἐσφάλημεν γενναιότατε, οὐκ ᾔδειμεν τὸ συμβάν σοι.
Νῦν ἔγνωμεν τοὺς ἀγῶνας σου, νῦν ἔγνωμεν ὅτι ἐρράγη ὁ ἀντίπαλος, ἐξ ὧν σὺ στεφανηφόρος ἀνεδείχθης.
Πρέσβευσον ὑπὲρ ἡμῶν·
καταλλαγείη ἡμῖν ὁ ἡμέτερος βασιλεύς, σὸς δὲ καὶ Θεὸς καὶ ἀγωνοθέτης.
Αὐτὸς ἡμᾶς ἀπέστειλε πρὸς σὲ εἰρηκώς, ὡς δίχα τῆς σῆς παρακλήσεως συγγνώμην ἡμᾶς τῶν πλημμελημάτων μὴ δέξασθαι.

Ταῦτα ἀκούσας ὁ φιλόφιλος Ἰὼβ οὐκ ἀνεβάλετο, οὐκ ἐδίστασεν, οὐκ ὠνείδισεν, οὐκ ἀπεστράφη·
ᾔδει καὶ φίλων πταίσματα συγχωρεῖν.
∆ιὸ παραυτὰ τὴν θυσίαν τῆς προσευχῆς πληρώσας, τὸν μὲν Θεὸν ἐδυσώπησεν, τοὺς δὲ φίλους εὐεργέτησεν, ἑαυτὸν δὲ πρὸς εὐχαριστίαν παρέστησεν.

Τί οὖν ὁ συγγραφεὺς Μωϋσῆς;
Καλὸν γὰρ καὶ τὰ ἀκόλουθα μηνύσαι.
Προσευξαμένου δέ φησι τοῦ Ἰὼβ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αὐτοῖς ὁ Κύριος τὴν ἁμαρτίαν αὐτῶν.
Προσέθηκε δὲ ὁ Θεὸς τῷ Ἰὼβ διπλᾶ πάντα ὧν εἶχεν ἔμπροσθεν.

Ἀκούσαντες δὲ οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ πάντα τὰ συμβάντα αὐτῷ παρεγένοντο πρὸς αὐτόν·φαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτόν.
Ὦ ἀδελφῶν καὶ συγγενῶν καταδρομή.
Ἐν πένθει οὐδείς, ἐν εὐωχίᾳ πολλοί.
Ὅτε ἐπὶ τῆς κοπρίας ἐκαθέζετο, πάντες ἀπέφευγον·
ὅτε ἐν τοῖς βασιλείοις ηὐλίζετο, πάντες ἔτρεχον.
Τοῦτο δὲ οὐ μόνον τότε, ἀλλὰ καὶ νῦν συμβαίνει.
Πολλάκις τις πένεται, καὶ οὐ μόνον ὑπὸ τῶν συγγενῶν οὐ γνωρίζεται, ἀλλὰ καὶ τοὐναντίον ὅρκους δέχεται μηδέποτε τῷ γένει πλησιάζειν.
Ἐὰν δὲ προνοίᾳ τοῦ τὸν Ἰὼβ ἐκ δευτέρου πλουτίσαντος πλουτήσῃ καὶ οὗτος καὶ ἀξιώματος ἐπιλάβηται, εὐθέως πάντες οἱ συγγενεῖς κατατρέχουσιν, παρακαλοῦσιν, θάλπουσιν, πολλάκις λέγουσιν·
Ἃ ηὐξάμεθα, εἴδαμεν, ὡς εἶναι τοὺς τοιούτους τῆς ὑπάρξεως καὶ οὐ τῆς φύσεως συγγενεῖς.
Τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ γενναιοτάτου Ἰώβ·
ὅτε ἐπὶ τῆς κοπρίας ἐκαθέζετο καὶ τοὺς ἰχῶρας ἀπέξεε καὶ κάμνων ἀνελέγετο καὶ στένων ἔλεγεν·
∆ιὰ τί ἐν κοιλίᾳ μητρός μου οὐκ ἐτελεύτησα;
∆ιὰ τί δὲ ἐξελθὼν εὐθέως οὐκ ἀπωλόμην;
∆ιὰ τί δὲ συνήντησάν μοι γόνατα;
∆ιὰ τί δὲ μαζοὺς ἐθήλασα μητρός μου;
τότε οὐκ ἀδελφὸς δακρύων, οὐκ ἀδελφὴ πενθοῦσα, οὐ συγγενὴς στενάζων.
Μόνον δὲ τῆς βασιλείας ἐπελάβετο καὶ διπλῆς ὑπάρξεως δεσπότης γέγονεν, εὐθέως οἱ ἀδελφοὶ παρατασσόμενοι, αἱ ἀδελφαὶ σοβαρευόμεναι, οἱ φίλοι ἐπερειδόμενοι.
Τί δὲ λέγω περὶ τῶν ἀδελφῶν καὶ τῶν συγγενῶν καὶ οὐ μεταφέρω θᾶττον τὸν λόγον διὰ τὸ τῆς ὥρας ὀψὲ ἐπὶ τὴν γαμετὴν τοῦ Ἰώβ;
Καὶ γὰρ καὶ αὐτὴ κάμνοντος τοῦ Ἰὼβ καὶ ἐν ἀγωνίᾳ διάγοντος σκληροτέρα πάντων γεγένηται, τουτέστιν ὀνειδίζουσα, λοιδοροῦσα, βλασφημεῖν παρακελευομένη, λέγουσα πρὸς τὸν ἄνδρα·
Μέχρι τίνος καρτερήσεις λέγων·Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου;
Ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς· υἱοὶ καὶ θυγατέρες, τῆς ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, ἐτελεύτησαν, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων·
σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθῃ διανυκτερεύων αἴθριος, ἐγὼ δὲ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας περιερχομένη.
Πότε δύσεται ὁ ἥλιος, ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν, αἵ με νῦν συνέχουσιν;
Ἀλλ' εἶπόν τι ῥῆμα πρὸς Κύριον καὶ τελεύτα.
Εἶδες ἀνελπιστίας ῥήματα;
Μέχρι τίνος καρτερήσεις λέγων·
Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρόν;
Τουτέστιν·
Ἕως πότε φρεναπατᾷς σεαυτὸν προσδοκίαν ἀγαθῶν καραδοκῶν;
Ποία σοι ἐλπὶς ὑπολέλειπται;
Τί δέ σοι ὤνησε τὸ συχνῶς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐπαίρειν καὶ τὰς εὐχὰς πλατύνειν;
Ἄνωθεν ἐπολεμήθης καὶ ἐκ τοῦ οὐρανοῦ πῦρ κατηνέχθη.

Ταῦτα τῆς γυναικὸς λεγούσης ἔτι τοῦ Ἰὼβ ἐν τῷ πειρασμῷ διάγοντος, τότε μὲν ὁ Ἰὼβ οὐδὲν ἀπεκρίνατο· μόνον δὲ τῆς βασιλείας ἐπελάβετο καὶ τῆς ὑπάρξεως τετύχηκεν καὶ εἶδεν ἀδελφοὺς καὶ φίλους καὶ συγγενεῖς καὶ πάντας εὐωχουμένους, ὁμοίως καὶ τὴν γαμετὴν τῷ βασιλικῷ πέπλῳ φαιδρυνομένην καὶ τῶν αὐτῶν τέκνων μητέρα γινομένην, στραφεὶς πρὸς τὴν γυναῖκα ὁ Ἰὼβ ἔλεγεν·
Τί λέγεις, γύναι;
Οὐ σὺ εἶ ἡ πάντων μοι χαλεπώτερον ἐπιπλήττουσα;
Οὐκ ἔλεγές μοι·
Μέχρι τίνος καρτερήσεις λέγων·
Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου;
Ἦλθεν ἡ ἐλπὶς τῆς σωτηρίας μου.
Ἦ ὁ γεωργὸς τὸν στάχυν οὐκ ἐκδέχεται;
Κἀγὼ τὸν Θεὸν οὐ περιμένω τὸν ἀνιστῶντα ἀπὸ γῆς πένητα καὶ ἀπὸ κοπρίας ἐγείροντα πτωχόν;
Μὴ οὐκ ἦλθε τὸ θέρος τῶν ἀγαθῶν;
Μὴ οὐκ ἔφθασε τὸ ἔαρ τῆς ἀπολαύσεως;
Οὐχὶ μᾶλλον νῦν πλουτεῖς ἢ πρότερον;
Περίβλεψαί σου τὰ τέκνα·
μὴ ἀμορφότερα ταῦτα τῶν πρώτων;
Μὴ οὐ γέγονας ἄμπελος δίφορος;
Ἐκείνους ἐτρυγήθης, ἀλλὰ τούτους κρατεῖς·
κἀκεῖνοι ζῶσι καὶ οὗτοι σκιρτῶσιν.
Οὕτω γὰρ διπλᾶ ἀπέλαβα τὰ πάντα· εἰ ἤκουσά σου, γύναι, καὶ βλασφημήσας τὸν βίον ἐξῆλθον, πόθεν ἡ ἀνάστασις τῶν ἀγαθῶν;
Εἶδες ἡ κοπρία τῆς ὑπομονῆς πόσον καρπὸν ἐβλάστησεν;

∆ιό, γύναι, ἀπὸ τοῦ λοιποῦ μὴ ἄρξῃ λέγειν·
Ἐγὼ πλανῆτις καὶ λάτρις.
Ἔπεσε γὰρ ὁ πλάνος καὶ κατήργηται ὁ εἰδωλολάτρης.
Ὄντως ἔπεσεν ὁ πλάνος διάβολος, ὁ ἀεὶ καθ' ἑαυτοῦ τοὺς βοθύνους ἐγείρων.

Σήμερον γὰρ καὶ σταυρὸς πλέκεται καὶ Ἰὼβ στεφανοῦται, σήμερον καὶ ὁ Ἀδὰμ ἀνακαινοῦται καὶ λῃστὴς ἐπαινεῖται, σήμερον καὶ τάφος σφραγίζεται καὶ οὐρανὸς ἀνοίγεται, σήμερον ὁ Δεσπότης ῥαπίζεται καὶ ἡ ἀνθρωπότης τὴν ἐλευθερίαν δέχεται.
Καὶ μαρτυρεῖ μοι τῷ λόγῳ Παῦλος βοῶν·

Τῇ ἐλευθερίᾳ Χριστὸς ἡμᾶς ἐξηγόρασεν, στήκετε ἑδραῖοι.

Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.