Παρασκευή 25 Σεπτεμβρίου 2020

Δέσποτα γλυκύτατε Κύριε ἡμῶν Ἰησοῦ Χριστέ


Δέσποτα γλυκύτατε Κύριε ἡμῶν Ἰησοῦ Χριστέ, ἐξαπόστειλον τὴν ἁγίαν σου χάριν καὶ λῦσόν με ἐκ τῶν δεσμῶν τῆς ἁμαρτίας. Φώτισόν μου τὸ σκότος τῆς ψυχῆς ὅπως κατανοήσω τὸ Σὸν ἄπειρον ἔλεος, καὶ ἀγαπήσω καὶ εὐχαριστήσω ἀξίως Σὲ τὸν γλυκύτατον Σωτῆρα μου, τὸν ἄξιον πάσης ἀγάπης καὶ εὐχαριστίας. Ναί, ἀγαθὲ εὐεργέτα μου καὶ πολυεύσπλαχνε Κύριε· μὴ ἀπώσῃ ἀφ᾿ ἡμῶν τὸ σὸν ἔλεος, ἀλλὰ σπλαχνίσθητι τὸ Σὸν πλάσμα. Γινώσκω, Κύριε, τὸ βάρος τῶν ἡμῶν πλημμελημάτων, ἀλλὰ εἶδον καὶ τὸν Σὸν ἀνείκαστον ἔλεος. Θεωρῶ τὸ σκότος τῆς ἀναισθήτου μου ψυχῆς, ἀλλὰ πιστεύω μὲ χρηστὰς ἐλπίδας, ἀναμένων θεῖόν Σου φωτισμὸν καὶ τὴν ἀπαλλαγὴν τῶν πονηρῶν οὐ κακῶν καὶ ὀλεθρίων παθῶν· τῇ πρεσβείᾳ τῆς γλυκυτάτης Σου Μητρὸς Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν Ἁγίων. Ἀμήν.

Γέρων Ἰωσὴφ Ἡσυχαστὴς ὁ Σπηλαιώτης