Τετάρτη 26 Σεπτεμβρίου 2018

Προσευχή Εις τον Αγγελον φύλακα


Ἅγιε Ἄγγελε, ὁ ἐφεστῶς τῆς ἀθλίας μου ψυχῆς καὶ ταλαιπώρου μου ζωῆς, μὴ ἐγκαταλίπης μὲ τὸν ἁμαρτωλόν, μηδὲ ἀποστῆς ἀπ'ἐμοῦ διὰ τὴν ἀκρασίαν μου. Μὴ δώης χῶραν τῷ πονηρὼ δαιμόνι κατακυριεῦσαι μου τὴ καταδυναστεία τοῦ θνητοῦ τούτου σώματος.
  
Κράτησον τῆς ἀθλίας καὶ παρειμένης χειρός μου, καὶ ὁδήγησον μὲ εἰς ὁδὸν σωτηρίας. Ναί, Ἅγιε Ἄγγελε τοῦ Θεοῦ, ὁ φύλαξ καὶ σκεπαστῆς τῆς ἀθλίας μου ψυχῆς καὶ τοῦ σώματος, πάντα μοὶ συγχώρησον, ὅσα σοὶ ἔθλιψα πάσας τα ἡμέρας τῆς ζωῆς μου, καὶ εἰ τί ἥμαρτον τὴν σήμερον ἡμέραν. Σκέπασον μὲ ἐν τῇ παρούση νυκτὶ καὶ διαφύλαξον μὲ ἀπὸ πάσης ἐπηρείας τοῦ ἀντικειμένου, ἴνα μὴ ἐν τινι ἁμαρτήματι παροργίσω τὸν Θεόν.

Καὶ πρέσβευε ὑπὲρ ἐμοῦ πρὸς τὸν Κύριον, τοῦ ἐπιστηρίξαι μὲ ἐν τῷ φόβω Αὐτοῦ, καὶ ἄξιον ἀναδεῖξαι μὲ δοῦλον τῆς Αὐτοῦ ἀγαθότητος. ἀμήν.

Ἄναρχε Λόγε, ἱεραῖς δεήσεσι, τῶν Χερουβεὶμ Σεραφείμ, Ἐξουσιῶν Θρόνων, καὶ θείων Δυνάμεων, Ἀγγέλων Ἀρχαγγέλων τέ, Ἀρχῶν Κυριοτήτων, τὰ σὰ ἐλέη τὰ πλούσια, δώρησαι ἠμὶν ὡς φιλάνθρωπος.

Ἐκ τῶν σκανδάλων τοῦ ἐχθροῦ, ὢ Σεραφεὶμ ρύσασθε μέ, Ἐξουσίαι Χερουβεὶμ ἱκετεύω, Κυριότητες, Ἀρχαὶ καὶ Θρόνοι καὶ Ἀρχάγγελοι, σὺν τοῖς Ἀγγέλοις πάσι, τὸν Λυτρωτὴν ἱκετεύσατε.

Νοεραὶ σὲ Δυνάμεις, νῦν καθικετεύουσιν εὔσπλαχνε Κύριε, Ἐξουσίαι Θρόνοι, Σεραφεὶμ Κυριότητες Ἄγγελοι, σὺν τοῖς Ἀρχαγγέλοις καὶ ταῖς Ἀρχαῖς·

Ἴλεως ἔσο τῷ λαῶ σου, καὶ σῶσον ὡς εὔσπλαγχος.

Ρυσθῆναι μὲ τῆς ἐκεῖ, ἀποκειμένης κολάσεως, δεήθητε Χερουβείμ, Θρόνοι Κυριότητες, Ἄγγελοι Ἀρχάγγελοι, Ἀρχαὶ καὶ Δυνάμεις, τὸν Δεσπότην πάσης κτίσεως.

Φωτὸς φῶτα δεύτερα, τοῦ πρώτου ὄντες, ἅγιοι Ἄγγελοι, ἐν μεθέξει αὐλω καὶ πανολβίω καταφαιδρύνεσθε· ὅθεν κραυγάζω· Τὸν νοῦν μου φωτίσατε, ἐσκοτισμένον ἀεὶ βίου τοῖς πάθεσιν.

Ὡς θεῖαι Ἐξουσίαι καὶ Χερουβείμ, Σεραφείμ, Κυριότητες, Ἄγγελοι, Θρόνοι, Ἀρχαὶ πᾶσαι καὶ Δυνάμεις πανευκλεεῖς, καὶ ἱεροὶ Ἀρχάγγελοι, δέησιν ποιεῖτε πρὸς τὸν Θεόν, καλῶς ἠμᾶς βιῶσαι, τυχεῖν τὲ σωτηρίας, καὶ τῶν δεινῶν ἀπολυτρώσασθαι.
Ἀρχάγγελοι, Ἄγγελοι, Ἀρχαί, Θρόνοι, Κυριότητες, τὰ Ἑξαπτέρυγα Σεραφείμ, καὶ Πολυόμματα Χερουβείμ, τὰ θεία τῆς σοφίας ὄργανα, Δυνάμεις, Ἐξουσίαι θειότατοι, Χριστῷ πρεσβεύσατε δωρηθῆναι, ταῖς ψυχαῖς ἠμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Πᾶσαι αἳ οὐράνιαι δυνάμεις τῶν ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, πρεσβεύσατε ὑπὲρ ἠμῶν τῶν ἁμαρτωλῶν.

Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῶν ψυχῶν καὶ τῶν σωμάτων ἠμῶν, παρὰ τοῦ Κυρίου αἰτησώμεθα.


Ἀπολυτίκον
Τῶν Ἀρχαγγέλων καὶ Παμμεγίστων Ταξιαρχῶν
Ἦχος Δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ

Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς, ἠμεῖς οἱ ἀνάξιοι, ἴνα ταῖς ὑμῶν δεήσεσι τειχίσητε ἠμᾶς, σκέπη τῶν πτερύγων τῆς αὔλου ὑμῶν δόξης, φρουροῦντες ἠμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοώντας. Ἐκ τῶν κινδύνων λυτρώσασθε ἠμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.