Δευτέρα, 20 Φεβρουαρίου 2017

Ἄναρχε Λόγε


Ἄναρχε Λόγε, ἱεραῖς δεήσεσι, τῶν Χερουβεὶμ Σεραφείμ, Ἐξουσιῶν Θρόνων, καὶ θείων Δυνάμεων, Ἀγγέλων Ἀρχαγγέλων τε, Ἀρχῶν Κυριοτήτων, τὰ σὰ ἐλέη τὰ πλούσια, δώρησαι ἡμῖν ὡς φιλάνθρωπος.

Ἐκ τῶν σκανδάλων τοῦ ἐχθροῦ, ὦ Σεραφεὶμ ῥύσασθέ με, Ἐξουσίαι Χερουβεὶμ ἱκετεύω, Κυριότητες, Ἀρχαὶ καὶ Θρόνοι καὶ Ἀρχάγγελοι, σὺν τοῖς Ἀγγέλοις πᾶσι, τὸν Λυτρωτὴν ἱκετεύσατε.

Νοεραί σε Δυνάμεις, νῦν καθικετεύουσιν εὔσπλαχνε Κύριε, Ἐξουσίαι Θρόνοι, Σεραφεὶμ Κυριότητες Ἄγγελοι, σὺν τοῖς Ἀρχαγγέλοις καὶ ταῖς Ἀρχαῖς· Ἵλεῳς ἔσο τῷ λαῷ σου, καὶ σῶσον ὡς εὔσπλαγχος.

Ῥυσθῆναι με τῆς ἐκεῖ, ἀποκειμένης κολάσεως, δεήθητε Χερουβείμ, Θρόνοι Κυριότητες, Ἄγγελοι Ἀρχάγγελοι, Ἀρχαὶ καὶ Δυνάμεις, τὸν Δεσπότην πάσης κτίσεως.

Φωτὸς φῶτα δεύτερα, τοῦ πρώτου ὄντες, ἅγιοι Ἄγγελοι, ἐν μεθέξει ἀΰλῳ καὶ πανολβίῳ καταφαιδρύνεσθε· ὅθεν κραυγάζω· Τὸν νοῦν μου φωτίσατε, ἐσκοτισμένον ἀεὶ βίου τοῖς πάθεσιν.

Ὡς θεῖαι Ἐξουσίαι καὶ Χερουβείμ, Σεραφεὶμ Κυριότητες Ἄγγελοι Θρόνοι, Ἀρχαὶ πᾶσαι καὶ Δυνάμεις πανευκλεεῖς, καὶ ἱεροὶ Ἀρχάγγελοι, δέησιν ποιεῖτε πρὸς τὸν Θεόν, καλῶς ἡμᾶς βιῶσαι, τυχεῖν τε σωτηρίας, καὶ τῶν δεινῶν ἀπολυτρώσασθαι.