Ἀρχάγγελοι Ἄγγελοι Ἀρχαί, Θρόνοι Κυριότητες, τὰ ἑξαπτέρυγα Σεραφείμ, καὶ
πολυόμματα Χερουβείμ, τὰ θεῖα τῆς σοφίας ὄργανα, Δυνάμεις Ἐξουσίαι θειότατοι,
Χριστῷ πρεσβεύσατε δωρηθῆναι, ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Πᾶσαι αἱ οὐράνιαι δυνάμεις τῶν ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, πρεσβεύσατε
ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν.