Σάββατο, 10 Δεκεμβρίου 2016

Παρακλητικός Κανών στον Άγιο Μηνά τον Μεγαλομάρτυρα


Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
 
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῷ Ἀθλοφόρω οἱ πιστοί ὁμοφρόνως, δεῦτε προσπέσωμεν ὁμού ἐκβοῶντες, οἱ ἁμαρτήμασι βαρούμενοι σύν δάκρυσι• σπεῦσον παναοίδιμε, Ἀθλητά τοῦ Κυρίου, σαῖς πρός τόν
οἰκτίρμονα. ἰκεσίαις θεοφρον, παντός κινδύνου νόσων χαλεπῶν, Μηνᾶ, Παμμάκαρ, ἁπάλλαξον ἅπαντας.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον.
Τή Θεοτόκω μετά δέους ἐμφρόνως, πάντες προδράμωμεν κραυγάζοντες πόθω, Ὑπεραγία Δέσποινα Πανύμνητε, ρύσαι τῷ ἐλέει σου, ἀδοκήτων κινδύνων, πάσης περιστάσεως,
καί κολάσεως τάχος, καί τῆς πανώλους λύμης Ἀγαθή, Εὐλογημένη Μαρία Θεονυμφε. χριστιανος.
gr

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

«Τό δή πόθω σοί νῦν Ἰωάννης ἅγιε»
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.
Ταῖς πρός Χριστόν σου ἰκεσίαις ΄γιέ, Μηνᾶ πανεύφημε, ρύσαι ἠμᾶς τάχος, τῶν δεινῶν καί θλίψεων, καί πάσης περιστάσεως, καί νοσήματος μάκαρ• σέ γάρ προστάτην
κεκτήμεθα, πρός Θεόν Πανεύφημε ἅπαντες.
Ὄλβιος πέλεις παρρησίαν κτώμενος, πρός τόν Χριστόν, Ἀθλητά• δώρησαι σοῖς δούλοις, τάς αἰτήσεις τάχιστα. πίστει γάρ σοί κραυγάζουσιν, ἀθλοφόρων τό κλέος,
Μηνᾶ Μαρτύρων ἀγλάισμα, ρύσαι, τούς πιστῶς εὐφημούντας σέ.
Δόξης ἐνθέου Ἱερᾶς λαμπρότητος, εἰς τά οὐράνια, ἀξιωθεῖς μάκαρ, λάμψει τῶν ἀγώνων σου, παρασχου τοῖς ἰκέταις σου, τά αἰτήματα Μάρτυς, τάς πρός Χριστόν ἰκεσίαις
σου, ἔνδοξε Μηνᾶ ἀξιάγαστε.

Θεοτοκίον.
Ἡ ὑπέρ λόγον τόν Θεόν κυήσασα, εὐλογημένη Ἁγνή, ἄνθος δωρημάτων, Παρθενίας τέμενος, τοῦ οὐρανοῦ ὑπέρτερε, παραδείσου τό κάλλος, τῶν Ἀσωμάτων εὐπρέπεια,
ρύσαι τούς πιστῶς προσκυνοῦντας σέ.

Ὠδή γ΄. Οὐρανίας ἁψίδος.
Παροξύνας ἀμέτρως, τόν Λυτρωτήν ἔνδοξε, πράξεσι μυρίοις, καί κακουργήμασι, νῦν περιπέπτωκα, δεινοῖς παντοίοις ὁ τάλας, ἐξ ὧν μέ ἁπάλλαξον ταῖς ἰκεσίαις σου.
Ὁ Θεός σέ Παμμάκαρ, τῶν Ἀθλητῶν καύχημα, ἔδειξεν ἐν κόσμω προστάτην, τῶν εὐφημούντων σέ. Διό οἰκτείρησον, ταῖς πρός Χριστόν σου πρεσβείαις, τούς πιστῶς
τιμώντας σέ, Μηνᾶ θαυμάσιε.
Θαυμασίων σέ μάκαρ, ὑπερφυῶν ἔνδοξε, γνόντες αὐτουργόν σέ θεοφρον. πάντες οἰόμεθα, πλουτεῖν σέ ΄γιέ, πρός τόν Χριστόν παρρησίαν, ὄν ἠμίν ἰλέωσαι, Μηνᾶ ἀοίδιμε.

Θεοτοκίον
Ὡς πανάμωμος Μήτηρ, τοῦ ποιητοῦ ΄χραντε, ὡς ἁγιωτέρα ἁπάντων, τῶν ἄνω Δέσποινα, ὡς πάντων ΄νασσα, Εὐλογημένη Μαρία, ρύσαι τούς ὑμνοῦντας σέ, ἀειμακάριστε.

Ὠδή δ΄. Σύ μου Ἰσχύς Κύριε.
Σύ μέ ἀεί, ΄γιέ, τῶν περιστάσεων, σύ κινδύνων, σύ καί τῆς κολάσεως, παντός κακοῦ καί τῶν δυσχερῶν, ταῖς πρός τόν Δεσπότην, ἁπάλλαττε ἰκεσίαις σου, Μαρτύρων ἡ
λαμπρότης, Ὀρθοδόξων τό κλέος, παρασχων τά αἰτήματα τάχιστα.
Ὁλοσχερῶς, ἐπί τήν σήν Παναοίδιμε, θείαν σκέπην, σπεύδω ὁ πανάσωτος, κράζων θερμῶς Μάρτυς τοῦ Χριστοῦ, ρύσαι μέ ἀνοίας, καί τῆς δεινῆς περιστάσεως, Μηνᾶ
πιστῶν προστάτα, ταῖς λιταῖς πρός Χριστόν σου• σέ γάρ ἔχω θερμόν ἀντιλήπτορα.
Ἴνα πιστῶς, σέ ἀνυμνῶ Παμμακάριστε, μετά πόθου, Ἀθλητῶν τό καύχημα, καί πᾶς πιστῶς σέ ἀνευφημή, παρασχου ἀξίως, ἠμίν τόν ἔλεον ἄνωθεν πλουτεῖς γάρ
παρρησίαν, πρός Θεόν οἴα Μάρτυς, ὀρθοδόξων τό κλέος θεοληπτε.

Θεοτοκίον
Νόες Ἁγνή, τῶν Ἀσωμάτων στρατεύματα, τῶν ἄϋλων, τάγματα καί ἀπασαι, τῶν οὐρανῶν τάξεις ἀγαθή, σέ ὑμνολογούσιν, ὡς Βασιλίδα οὐράνιον, μέθ? ὧν πάσα ἡ κτίσις,
προσκυνεῖ σέ Κυρία, τῷ ἐλέει σου πάντας οἰκτείρησον.

Ὠδή ἐ΄. Ἴνα τί μέ ἀπώσω.
Ὑπέρ ἥλιον μάκαρ, ἔλαμψας ἐν κόσμω ἀκτίσι τῶν ἔργων σου, καί θαυμάτων ὄντως, ταῖς ἑλλάμψεσι πλείστους ἐλάμπρυνας. Διό πάντες πόθω, σέ εὐφημοῦμεν Θεοκήρυξ,
ταῖς λιταίς σου Μηνᾶ ἠμᾶς φώτισον.
Νῦν σέ πίστει καί πόθω, πάντες εὐφημοῦμεν, Μηνᾶ ἀξιάγαστε, ταῖς πρός τόν Δεσπότην, ἱεραῖς μεσιτείαις σου ἔνδοξε, ρύσαι τῶν κινδύνων, καί τῶν ἐχθίστων τῆς μανίας,
ὡς προστάτης ἠμῶν ἀεισέβαστε.
Ἱλασμόν τῶν πταισμάτων, καί τῶν ἐνεστώτων κινδύνων Πανεύφημε, Ἀθλοφόρων κλέος, τούς πιστῶς σέ τιμώντας ἁπάλλαξον, ὡς θερμός προστάτης, καί βοηθός τοῖς
ἐν ἀναγκαις, Ἀθλητῶν ὡραιότης.

Θεοτοκίον.
Ὤ μητρόθεε Κόρη, παναγνέ θεονυμφε θεοχαρίτωτε, τάξεις Ἀσωμάτων, καί Ἁγίων ἁπάντων συστήματα, σέ ὑμνολογούσιν, ὡς Βασιλίδα τῶν αἰώνων, τῷ ἐλέει σου οἴκτειρον
ἅπαντας. χριστιανος.
gr

Ὠδή ς΄. Τήν δέησιν ἐκχεῶ.
Ἀνύψωσον εὐσεβῶν κραταίωμα, τή ἐντεύξει σου Μηνᾶ πρός τόν Κτίστην σύ γάρ ἠμῶν ὁ προστάτης Παμμάκαρ, καί σέ ὑμνοῦμεν ἐν πίστει θαυμάσιε, ἁπάλλαξον πάσαν ἠμῶν,
ἀθυμίαν ἐν τάχει ἀείμνηστε. χριστιανος.
gr
Νοοῦντες τήν πρός Θεόν Πανθαύμαστε, παρρησίαν Μαρτύρων σου τό κλέος, πάντες πιστοί σέ ὑμνοῦμεν ἐκ πόθου, ρύσαι ἠμᾶς συμφορῶν καί κακώσεων, λιταίς σου πρός
τόν Λυτρωτήν, παρασχων τάς αἰτήσεις τῶν δούλων σου.
Ναμάτων ζωοποιῶν του Πνεύματος, ἐμπλησθείημεν ἐντεύξει σου Μάκαρ, ἴνα καρπούς ἀρετῶν ἐκβλαστῆσαι, Μηνᾶ θεοφρον, ἰσχύσωμεν ἅπαντες, τιμῶντές σου τήν ἱεράν,
καί σεβάσμιον Μάρτυς ἀντίληψιν.

Θεοτοκίον.
Ἡ Πάνσεπτός του Θεοῦ Λοχεύτρια, ἡ Παρθένος Θεοτόκος Μαρία, τή πρός Θεόν ἑαυτῆς παρρησία, τῶν δυσχερῶν ἁπαλλάττει τούς κράζοντας. ὑμνοῦμεν σέ μόνη Ἁγνή,
Παναγία Θεονυμφε Δέσποινα.
Διασωσον παντός κινδύνου τούς εὐφημούντας σέ Μάρτυς, ταῖς πρός Χριστόν λιταίς σου Ἀοίδιμε, παρρησίαν πρός Θεόν κεκτημένος.
Ἀραντη εὐλογημένη Μαρία, ἰκεσίαις Μηνᾶ τοῦ Ἀθλοφόρου, οἰκτείρησον τούς πιστῶς σέ ὑμνοῦντας.

Ὅ Ἱερεύς μνημονεύει τῶν ὑπέρ ὧν ἡ Παράκλησις. Εἴτα τό Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.

Προστασία τῶν ὑμνούντων σέ θεονυμφε, ἰκεσίαις τοῦ Ἀθλοφόρου Πανάχραντε, μή παρίδης τούς προσκυνοῦντας σέ Ἁγνή, ἀλλά σπεῦσον μόνη ἀγαθή, εἰς τήν ἀντίληψιν ἠμῶν,
τῶν πιστῶς ἐκβοώντων σοί, τάχυνον Ὑπεραγία, προφθασον ἡ προστασία ἡ ἁπαλλάττουσα ἀεί, τῶν κίνδυνων τούς τιμώντας σέ.

Zoom in (real dimensions: 599 x 805)Καί εὐθύς τό Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνω πληθυνθήσεται. χριστιανος.
gr
Στίχος. Πεφυτευμένος ἐν τῷ Οἴκω Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἠμῶν ἑξανθήσουσιν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην (Κέφ. ἴε΄ Ι7-ἶς 2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ταῦτα ἐντέλλομαι ὑμίν, ἴνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὅ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε ὁ
κόσμος ἄν τό ἴδιον ἐφίλει• ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἄλλ΄ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμίν.
Οὐκ ἐστί δοῦλος μείζων του κυρίου αὐτοῦ. Εἰ ἐμέ ἐδίωξαν, καί ὑμᾶς διώξουσιν εἰ τόν λόγον μου ἐτήρησαν, καί τόν ὑμέτερον τηρήσουσιν. ΄λλά ταῦτα πάντα ποιήσουσιν ὑμίν διά
τό ὄνομά μου, ὅτι οὔχ οἴδασι τόν πέμψαντα μέ. Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν καί τόν
Πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα ἐν αὐτοῖς, ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον νῦν δέ καί ἐωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν Πατέρα μου. Ἄλλ΄ ἴνα
πληρωθῆ, ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμω αὐτῶν, ὅτι ἐμίσησαν μέ δωρεάν. Ὅταν δέ ἔλθει ὁ Παράκλητος, ὄν ἐγώ πέμψω ὑμίν παρά τοῦ Πατρός, τό Πνεῦμα τῆς ἀληθείας,
ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ• καί ὑμεῖς δέ μαρτυρεῖτε ὅτι ἄπ΄ ἀρχῆς μέτ΄ ἐμοῦ ἔστε. Ταῦτα λελάληκα ὑμίν, ἴνα μή σκανδαλισθῆτε.
Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς• ἄλλ΄ ἔρχεται ὥρα, ἴνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξη λατρείαν προσφέρειν τῷ Θεῶ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τάίς του Ἀθλοφόρου, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τόν ὑπεραθλήσαντα, ἐν τῷ σταδίω γενναίως, Ὀρθοδόξων σύλλογος, ἐν ὠδαῖς καί ἄσμασιν εὐφημήσωμεν οὗτος γάρ πάντοτε, οὐ διαλείπει, τοῦ πρεσβεύειν πρός τόν Κύριον,
ὅπως ἄν λάβωμεν, τῶν ἁμαρτημάτων τήν ἄφεσιν. Τούτω οὔν προσερχόμενοι, πίστει τέ καί πόθω προσείπωμεν Μάρτυς τοῦ Κυρίου, Μηνᾶ ἡ τῶν Μαρτύρων καλλονή, ὑπέρ
ἠμῶν μή ἐλλείποις σύ, πρεσβείας ποιούμενος.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. . Τοῦ ἁγίου Μηνᾶ τοῦ Μεγαλομάρτυ,
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Παῖδες Ἑβραίων.
Σῶσον τό κλέος Ἀθλοφόρων, τούς τιμώντας σέ, Μηνᾶ Χριστοῦ θεράπον, παρρησίαν γάρ σύ πλουτεῖς πρός τόν Δεσπότην, περιφρουρῶν τούς μέλποντας τόν Χριστόν
εἰς τούς αἰώνας.
Ἄνω χοροῖς τῶν Ἀσωμάτων, τήν ὑπερθεόν ὑμνολογῶν Τριάδα, ὑπέρ πάντων ἠμῶν τῶν πίστει σέ τιμώντων, δυσώπει Παμμακάριστε, λυτρωθῆναι τῶν κινδύνων.
Γένος τό βρότειον τιμᾶ σου, τήν ὑπερφωτον καί ἔνδοξον ἡμέραν, ἐν ὑψίστοις λαμπρῶς μετά τῶν Ἀσωμάτων, Τριάδα τήν ὑπερθεόν, προσκυνῶν ἀεί, λατρεύεις.

Θεοτοκίον
Ἔχεις ὡς μήτηρ παρρησίαν, πρός τόν Ὕψιστον τόν σόν Υἱόν Παρθένε. ὑπέρ πάντων ἠμῶν δυσώπει Παναγία, αὐτοῦ τήν ἀγαθότητα, οἰκτειρῆσαι ἠμᾶς πάντας.

Ὠδή ἡ΄. Τόν ἐν Ὄρει ἁγίω.
Ἱκετεύει Μηνάς ὁ Ἀθλοφόρος, σέ τόν πάντων Θεόν καί Βασιλέα, ὑπέρ ἠμῶν τῶν πίστει κραυγαζόντων σοί• Κύριέ της δόξης, οἴκτειρον τόν κόσμον, ἀπείρω σου ἐλέει.
Ἀσωμάτων αἵ τάξεις καί Ἁγίων, δυσωπούσι Χριστόν τόν Βασιλέα, ὑπέρ ἠμῶν τῶν πίστει κραυγαζόντων σοί. Κύριέ της δόξης, οἴκτειρον τόν κόσμον, ἀπείρω σου ἐλέει.
Σέ ὑμνούσιν οὐράνιαι χορεῖαι, τόν Παντάνακτα ὡς Κύριόν της δόξης, σύν τῷ Μήνα Μαρτύρων ἀγλαϊσματί ὤ Τριάς Ἁγία, φρούρει ἠμᾶς πάντας, τῷ θείω σου ἐλέει. χριστιανος.
gr

Θεοτοκίον.
Ἇπαν χεῖλος, πνοή καί πάσα Κτίσις, ἀνυμνεῖ σέ τήν ὄντως, Θεοτόκον, ὑπερφυῶς κυήσασαν τόν Κύριον, τόν Θεόν τῶν ὅλων, ὤ λατρεύει Κτίσις, εἰς πάντας τούς αἰώνας.

Ὠδή θ΄. Ἐξέστη ἐπί τούτω.
Τόν πάντων Βασιλέα καί κραταιόν, ἱκετεύων μή παύση ἀοίδιμε, ἐκδυσωπῶν, ὑπέρ τῶν τιμώντων σέ ἐκτενῶς, Μάρτυς Μηνᾶ θεόπνευστε, καί ἐκδεχομένων ἀεί πιστῶς,
ἀντίληψιν τήν θείαν, τήν σήν Χριστοῦ θεράπον, καί εὐφροσύνην, καί αἰώνιαν ἀπολύτρωσιν. (Δίς)
Θεότης ἑνιαία ἡ φοβερά, Τρισυπόστατε Κύριε ΄ναρχε, μόνε Θεέ, Ὕψιστε Παντάρχα Παμβασιλεύ, σέ λιτανεύει κράτιστε, ἅπασα ἡ Κτίσις ὡς πλαστουργόν, Μηνᾶς τέ ὁ γενναῖος,
σύν πάσι τοῖς Ἁγίοις, καί Ἀσωμάτων τοῖς στρατεύμασι.

Θεοτοκίον
Ὤ Παναγνέ Μαρία Μῆτερ Θεοῦ, Σεραφείμ ἀνωτέρα Θεονυμφε, καί Χερουβείμ, πάσης οὐρανίου τέ στρατιᾶς σέ δυσωπεῖ Πανάχραντε, μετά τῶν Μαρτύρων ὁ Παμφαής,
Μηνᾶς ὁ Ἀθλοφόρος, οἰκτείρησον τόν πίστει, συνθέντα τάδε τά ἐφύμνια.

Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν. χριστιανος.
gr
Χαίροις Ὀρθοδόξων ἡ καλλονή, χαίροις διωχθέντων, καταφύγιον ἰσχυρόν, χαίροις τῶν ἐν θλίψει, καί τῶν ἐν ἐξορία, Προκόπιε Θεοφρον, τό παραμύθιον.

Καί τά παρόντα Μεγαλυνάρια
Θαυμασίων πάντων σέ ὁ Χριστός, ἀνέδειξε Μάρτυς, καί τεράτων ὑπερφυῶν, αὐτουργόν ἐν πίστει, ἠμᾶς τους σέ τιμώντας, παντός κινδύνου σῶζε, Μηνᾶ πανένδοξε.
Μηνᾶν τόν Ἀθλοφόρον, σύν τῷ σεπτῶ, θείω Βικεντίω, καί τόν Βίκτωρα ἐν ταυτῶ, τῆς Ὀρθοδοξίας, τούς τρεῖς λαμπρούς φωστήρας, καί τῶν Μαρτύρων κλέος, ὕμνοις τιμήσωμεν.
Μή παύση δεόμενος Ἀθλητά, τοῦ Θεοῦ τῶν ὅλων, ὑπέρ πάντων τῶν εὐσεβῶς, σέ μακαριζόντων, ὡς Μάρτυρα Κυρίου, ὡς ἔχων παρρησίαν, Μηνᾶ πανθαύμαστε.
Τούς μέτ΄ εὐλαβείας τήν ἱεράν, Εἰκόνα σου Μάρτυς, προσκυνοῦντας σαῖς πρός Θεόν, ἱεραῖς πρεσβείαις, φρουρῶν μή διαλείπης, τῶν Ἀθλοφόρων κλέος, Μηνᾶ τρισόλβιε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Τροπάριον. Ἦχος δ΄.
Ὡς τῶν Ἀσωμάτων συνόμιλον, καί τῶν Ἀθλοφόρων ὁμόσκηνον, συνελθόντες ἐν πίστει. Μηνᾶ, εὐφημοῦμεν σέ, εἰρήνην τῷ Κόσμω αἰτούμενοι, καί ταῖς ψυχαῖς ἠμῶν τό μέγα ἔλεος.

Τό παρόν Ἀπολυτίκιον διά τούς τρεῖς Μάρτυρας.
Ἦχος δ΄. Ταχύ προκατάλαβε.

Τρισάριθμον σύνθημα, τῶν ἀθλοφόρων Χριστοῦ, ὑμνήσωμεν ἄσμασι, χαριστηρίοις πιστοί, Μηνᾶν τόν ἀοίδιμον, Βίκτωρα τόν γενναῖον, καί Βικέντιον θεῖον, πλάνην τήν τῶν
εἰδώλων, καταργήσαντας πίστει. Αὐτῶν ταῖς ἰκεσίαις, Χριστέ ὁ Θεός, σῶσον τάς ψυχᾶς ἠμῶν.

Ὅ Ἱερεύς μνημονεύει τῶν ὑπέρ ὧν ἡ Παράκλησις.
Εἴτα Ἐκτενής, καί Ἀπόλυσις, κάθ΄ ἤν ψάλλομεν τό παρόν Προσόμοιον.

Ἦχος, β΄. Ὄτε ἐκ τοῦ ξύλου Σέ Νεκρόν.

Πάντων προσδραμόντων Ἀθλητά, πίστει τή θερμή ἀντιλήψει, τῆς προστασίας σου, Ἀθλοφόρε ἔνδοξε, Μηνᾶ θαυμάσιε, προστατεύεις δωρούμενος, αἰτήματα τάχος, ταῖς πρός τόν
οἰκτίρμονα, λιταίς σου ἔνδοξε. Ὅθεν δυσωποῦμεν σέ Μάκαρ, οἴκτειρον ἠμᾶς ἱκετεύων, Θεόν τόν Παντάνακτα ἀοίδιμε.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.