Σάββατο 14 Νοεμβρίου 2020

Κυριακὴ Η’ Λουκᾶ: Εἰς τὴν παραβολὴν τοῦ ἐμπεσόντος εἰς τοὺς ληστᾶς





Ἠκούσαμεν, ἀδελφοὶ, ἐν τῷ Εὐαγγελίῳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ λέγοντος, ὅτι Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, καὶ λῃσταῖς περιέπεσεν· οἳ καὶ ἐκδύσαντες αὐτὸν, καὶ πληγὰς ἐπιθέντες κατέλιπον ἡμιθανῆ τυγχάνοντα. Ἱερεὺς δὲ καὶ Λευΐτης διερχόμενοι διὰ τῆς ὁδοῦ ἐκείνης, καὶ ἰδόντες αὐτὸν, ἀντιπαρῆλθον. Σαμαρείτης δέ τις ἐλθὼν ἐπὶ τὸν τόπον, καὶ ἰδὼν αὐτὸν, ἐσπλαγχνίσθη ἐπ' αὐτὸν, καὶ σὺν ἐλαίῳ οἶνον βαλὼν καὶ ἀναμίξας ἐπέχεεν αὐτῷ, καὶ κατέδησε τὰ τραύματα αὐτοῦ, καὶ ἀναλαβὼν αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν εἰς πανδοχεῖον, καὶ ἔδωκε τῷ πανδοχεῖ δύο δηνάρια, εἰπών· Ἐπιμελήθητι τοῦ ἀνθρώπου τούτου, καὶ εἴ τι προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι.

Ἴδωμεν οὖν τὴν τούτων παραβολὴν, ἵνα συνιέντες καρδίᾳ συνετῇ, γνωρίσωμεν τοῦ Θεοῦ τὰ μυστήρια. Ἄνθρωπός ἐστιν ὁ Ἀδὰμ, Ἱερουσαλὴμ δὲ ἡ ἐπουράνιος πολιτεία καὶ ἡ φρόνησις, Ἱεριχὼ δὲ ὁ κόσμος. Ἐφ' ὅσον τοίνυν ὁ Ἀδὰμ πρὸ τῆς παρακοῆς εἶχε τὸ ἐπουράνιον φρόνημα, καὶ τὴν ἰσάγγελον πολιτείαν, ἀκώλυτον εἶχε τὴν εἴσοδον ἐν τῇ ἐπουρανίῳ πόλει Ἱερουσαλὴμ, καὶ τὴν κατοικίαν καὶ διατριβὴν ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ ποιούμενος, ὑπ' οὐδενὸς ἐνικᾶτο, οὐδὲ ἐτραυματίζετο· ὅτε δὲ παρήκουσε τοῦ Θεοῦ, καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν, ἀλλ' ἀπηνέχθη τῇ ἀπάτῃ τοῦ ὄφεως, τότε κατέβη εἰς Ἱεριχὼ, τουτέστιν, εἰς τὴν γῆν, καὶ τὰ τῆς γῆς εἰργάζετο· Ἱερουσαλὴμ γὰρ ἀνάβασις ἑρμηνεύεται, Ἱεριχὼ δὲ κατακλυσμός. Κατέβη οὖν ὡς ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχὼ, οὕτως ἀπὸ τοῦ ἐπουρανίου πολιτεύματος, ἐπὶ τὸ τῆς ἀπάτης τοῦ διαβόλου πολίτευμα.

Ὅτε γάρ τις φυλάσσει τὰς ἐντολὰς τοῦ Θεοῦ, τότε ἐν οὐρανοῖς πολιτεύεται, καθά φησιν ὁ Ἀπόστολος, Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει. Κατέβη ἀπὸ δόξης εἰς ἀδοξίαν, ἀπὸ παραδείσου τρυφῆς εἰς ἀκανθηφόρον γῆν, ἀπὸ ζωῆς εἰς θάνατον· Ἐν ᾧ γὰρ, φησὶ, φάγεσθε ἐκ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε· τουτέστι, τῇ ἁμαρτίᾳ· θάνατος γὰρ ψυχῆς ἁμαρτία τὸ παρακοῦσαι Θεῷ. Κατέβη ἀπὸ δικαιοσύνης τῆς ἐν τῷ παραδείσῳ, ἀπὸ ἁγιωσύνης τῆς ἐν οὐρανοῖς, καὶ ἦλθεν εἰς Ἱεριχὼ, τουτέστιν, εἰς τὸ πτῶμα τῆς παρακοῆς, εἰς τὸν θάνατον τῆς ἁμαρτίας. Καὶ ἐμπίπτει εἰς τοὺς λῃστὰς, τουτέστιν, εἰς τὸν διάβολον καὶ τὰς ἀντικειμένας αὐτῷ δυνάμεις. Ὁδὸς δέ ἐστιν ὁ βίος οὗτος, ὅπου περιπατήσας ὁ Ἀδὰμ ἔπεσεν εἰς τοὺς λῃστὰς, καὶ ἐκδιδύσκουσιν αὐτόν. Καὶ τί αὐτὸν ἐξέδυσαν; Τὴν στολὴν τῆς ὑπακοῆς, τὴν μετ' ἀγγέλων φιλίαν, τὴν ἀκήρατον δόξαν, τὴν μετὰ Χριστοῦ διατριβὴν, τὴν ἐν παραδείσῳ τρυφὴν, τὴν ἐπουράνιον ζωήν. Ταύτην αὐτὸν ἐξέδυσαν τὴν στολήν. Καὶ πληγὰς αὐτῷ ἐπέθηκαν, τουτέστι, τὰς ἁμαρτίας, πορνείας, μοιχείας, εἰδωλολατρείας, φαρμακείας, φόνους, φθόνους, ἔρεις, θυμὸν, καὶ πᾶσαν τὴν λοιπὴν τῶν κακῶν ἐργασίαν. Ταῦτα γὰρ τὰ ἔργα μαστιγοῦσι τὸν ἄνθρωπον, ταῦτα δυσωδίαν καὶ φθορὰν ἐμποιοῦσι.

Καὶ ὅτι ἔστι τοῦτο ἀκριβῶς, μάθε παρὰ τοῦ ∆αυῒδ, πῶς τὰς τοῦ Ἀδὰμ πληγὰς εἰς ἑαυτὸν εἰκονογραφῶν, μώλωπας αὐτὰς καλῶς λέγων· Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου. Πᾶσα δὲ ἁμαρτία μώλωπα καὶ τραῦμα ἐργάζεται. Ἐτραυματίσθη τοίνυν διὰ τῆς παρακοῆς, ἐπλήγη διὰ τῶν ἀνομιῶν, ὥς φησιν ὁ προφήτης· Ἐπλήγην ὡσεὶ χόρτος, καὶ ἐξηράνθη ἡ καρδία μου, ὅτι ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου· τουτέστι, τοῦ φυλάξαι τὴν ἐντολὴν τοῦ Θεοῦ. Ἡμιθανῆ δὲ, φησὶ, τοῦτον κατέλιπον, οὐχ ὡς μὴ βουλόμενοι τοῦτον ἀναιρεῖν, ἀλλ' ὡς τοῦ Θεοῦ μὴ συγχωροῦντος. Οὐ βούλομαι γὰρ, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν. Καὶ ποῦ αὐτὸν καταλείπουσιν; Εἰς τὴν ὁδὸν, τουτέστιν, εἰς τὸν βίον τοῦτον· ὁδὸς γὰρ λέγεται ὁ αἰὼν οὗτος, ἐπειδὴ πάντες ἄνθρωποι δι' αὐτοῦ διέρχονται. Καταλαβὼν δὲ, φησὶν ὁ ἱερεὺς ἐν τῇ ὁδῷ, καὶ ἰδὼν αὐτὸν, ἀντιπαρῆλθεν. Ἱερέα δὲ λέγει τὸν μακάριον Μωϋσῆν καὶ Ἀαρών. Μαρτυρεῖ γὰρ ὁ ∆αυῒδ λέγων, Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Οὗτος οὖν ὁ θαυμαστὸς Μωϋσῆς ἔνδοξος γενόμενος, ὁ δεκαπλήγῳ μάστιγι τοὺς Αἰγυπτίους ἐτάσας, ὁ τὴν Ἐρυθρὰν θάλασσαν σχίσας καὶ ἀποξηράνας καὶ διαγαγὼν τὸν λαὸν δι' αὐτῆς, ὁ τὸ ἐν Μαῤῥᾷ ὕδωρ γλυκάνας, ὁ τῷ Θεῷ διὰ νέφους προσομιλήσας, ὁ πολλὰ θαύματα ἐργασάμενος, ὁδεύων τὴν ὁδὸν τοῦ βίου τούτου, καὶ ἰδὼν τὸν ἄνθρωπον κείμενον τετραυματισμένον, παρῆλθεν αὐτὸν, καὶ οὐκ ἀνέστησεν. Ὁμοίως δὲ καὶ Λευΐτης, τουτέστι, τὸ προφητικὸν τάγμα.

Καὶ γὰρ ἐκεῖνοι ὕστερον μετὰ τὸν Μωϋσῆν γενόμενοι, καὶ τὴν αὐτὴν ὁδὸν τοῦ βίου βαδίσαντες, εὑρόντες τετραυματισμένον ἄνθρωπον τὸν Ἀδὰμ, οὐκ ἀνέστησαν. Οὔτε Μωϋσῆς διὰ νόμου, οὔτε προφῆται διὰ σημείων τὸ τοῦ Ἀδὰμ τραῦμα ἐθεράπευσαν. Οὐδεὶς αὐτὸν ἤγειρεν, οὐδεὶς αὐτῷ ζωὴν ἐχαρίσατο, οὐδεὶς αὐτὸν ἐκ θανάτου ἐλυτρώσατο, οὐδεὶς ἔστειλε τῆς ἁμαρτίας τὸ τραῦμα· καὶ γὰρ αὐτοὶ ἐν ἁμαρτίαις κατείχοντο. Εἰ καὶ διὰ σεμνὴν πολιτείαν Θεοῦ φίλοι ἐγένοντο, ἀλλὰ διὰ τὸ ὁμοσάρκους εἶναι τῷ Ἀδὰμ, καὶ ἀπὸ τῆς ῥίζης τῆς νεκρᾶς φέρεσθαι, οὐκ ἠδύναντο κλάδοι ὄντες τὴν ῥίζαν ἀνασπάσαι ἀπὸ τῆς ἁμαρτίας.

Σαμαρείτης δέ τις, φησὶ, σπουδαῖος τοῖς ἔργοις, εὔσπλαγχνος τὴν προαίρεσιν, συμπαθὴς περὶ τοὺς ὁμοδούλους, ἐλθὼν ἐπὶ τὸν τόπον, καὶ ἰδὼν αὐτὸν τετραυματισμένον, ἐσπλαγχνίσθη, καὶ ἐπέθηκεν ἔλαιον καὶ οἶνον, καὶ κατέδησε τὰ τραύματα αὐτοῦ, τουτέστι, τούτου τὰς ἁμαρτίας. Πρόσωπον καὶ εἰκόνα ἀναλαμβάνει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς Σαμαρείτου. Ἀλλ' ἐρεῖ τις τῶν ἀκροατῶν, τί; τὸν Κύριον Σαμαρείτην λέγεις; Ναὶ, Σαμαρείτην λέγω αὐτὸν, οὐ τῇ φύσει τῆς θεότητος, ἀλλὰ τῇ μιμήσει τῆς εὐσπλαγχνίας. Ὥσπερ γὰρ ὁ Σαμαρείτης τῇ μὲν φύσει τοῦ σώματος ὅμοιος τοῖς ἄλλοις ὑπῆρχε, τῇ δὲ προαιρέσει τῆς εὐσπλαγχνίας οὐχ ὅμοιος, ἀλλὰ κρείττων ἐφάνη· οὕτω καὶ ὁ Κύριος ἄνθρωπος μὲν τῇ θεωρίᾳ τοῦ σώματος ἐφάνη ὅμοιος προφήταις, πατριάρχαις κατὰ τὸν ἐκ Μαρίας ἄνθρωπον, τῇ δυνάμει δὲ τῆς θεότητος μείζων πάντων ἀνεδείχθη· ἴσος τῷ ἀνθρωπίνῳ σχήματι. οὐκ ἴσος τῇ ὑπερκοσμίῳ δόξῃ. Ἐκεῖνοι ἀμελείᾳ καὶ ἀσπλαγχνίᾳ χρησάμενοι, ἀνηλεῶς παρῆλθον τὸν τετραυματισμένον· ὁ δὲ Σαμαρείτης εὐσπλαγχνότερος καὶ εὐσεβέστερος καὶ ἐλεήμων ἐφάνη. Οὕτω καὶ ὁ Χριστὸς, πατριαρχῶν καὶ προφητῶν ὑπεριδόντων τὸν διὰ παρακοῆς ἐκπεσόντα ἄνθρωπον, μόνος οἰκτίρμων καὶ ἐλεήμων ἐφάνη, κατὰ τὸν προφήτην τὸν λέγοντα· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· καὶ πάλιν, Ὅτι σὺ, Κύριε, εὔσπλαγχνος. Καὶ ὥσπερ ὁ Σαμαρείτης οὐκ ἦν τοῦ ἔθνους τῶν Ἰουδαίων, ἄλλ' ἐξ ἄλλης χώρας ὡρμᾶτο, οὕτω καὶ ὁ Χριστὸς οὐκ ἦν ἀπὸ κόσμου, ἀλλ' ἐξ οὐρανοῦ.

Ἦλθεν ἐπὶ τῆς γῆς· Θεὸς ὢν, ἄνθρωπος γέγονε δι' ἡμᾶς· ∆εσπότης ὢν, τὴν τοῦ δούλου μορφὴν ἐνεδύσατο. Ἐσπλαγχνίσθη περὶ ἡμῶν, κατῆλθεν ἐξ οὐρανοῦ ἐπὶ τῆς γῆς, εἶδε τὸν ἄνθρωπον ἐῤῥιμμένον, ἐσκυλμένον, τετραυματισμένον ἐν πορνείαις, εἰδωλολατρείαις, μοιχείαις, φόνοις· εἶδε, καὶ ἐσπλαγχνίσθη ἐπὶ τὸ ἴδιον πλάσμα, καὶ ἐπέβαλεν οἶνον σὺν ἐλαίῳ· τουτέστι, καὶ μίξας ἀμφότερα ἐποίησε βροχὴν, καὶ ἐπέθηκε τῷ ἀνθρώπῳ. Τί ἐστι, μίξας οἶνον σὺν ἐλαίῳ; Τουτέστι, μίξας τὴν θεότητα μετὰ τῆς ἀνθρωπότητος, μίξας τὴν εὐσπλαγχνίαν μετὰ τῆς σωτηρίας, ἔσωσε τὸν ἄνθρωπον. Μίξας οἶνον σὺν ἐλαίῳ, τουτέστι, μίξας Πνεῦμα ἅγιον τῷ αἵματι αὐτοῦ, ἐζωοποίησε τὸν ἄνθρωπον. Τοῦ γὰρ αἵματος τοῦ Κυρίου στάξαντος ἀπὸ τῆς πλευρᾶς ἐπὶ τὴν γῆν, ἀπέπλυνεν ἡμῶν τὸ χειρόγραφον ἀπὸ τῶν ἁμαρτιῶν. Τί δέ ἐστι, Κατέδησε τὰ τραύματα αὐτοῦ; Τουτέστιν, ἔδησε τὸν διάβολον, καὶ ἔλυσε τὸν ἄνθρωπον· ἔδησε τὸ σκάφος, καὶ ἐζωοποίησε τὸ ναυαγῆσαν πλοῖον· κατέδησε καὶ ἐδούλωσε τὰς δυνάμεις τοῦ πονηροῦ, καὶ ἠλευθέρωσε τὸν ἄνθρωπον. Εἰ δὲ θέλεις καὶ ἑτέρως νοεῖν, ἄκουε. Μίξας οἶνον σὺν ἐλαίῳ· ἔλαιον ἐπάγει τὸν παρακλητικὸν λόγον, οἶνον δὲ τὸν στυπτικὸν καταδευόμενος, τὴν διδασκαλίαν τὴν συνάγουσαν τὴν διεσκορπισμένην διάνοιαν, κατὰ τὸ εἰρημένον ὑπὸ τοῦ Ἀποστόλου· Ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Ἔθηκε δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος· τουτέστι, λαβὼν ὁ Χριστὸς τὴν σάρκα ἐπὶ τοὺς ἰδίους ὤμους τῆς θεότητος, ἀνήνεγκε τῷ Πατρὶ εἰς οὐρανούς. Οὐ γὰρ χρυσὸν, ἢ ἄργυρον, ἢ λίθους τιμίους ἀνήνεγκεν, ἀλλὰ τὸν κατ' εἰκόνα ἄνθρωπον ἀνήνεγκεν ἀπὸ γῆς εἰς οὐρανοὺς, εἰς τὸ μέγα καὶ θαυμαστὸν καὶ εὐρύχωρον πανδοχεῖον, εἰς ταύτην τὴν καθολικὴν Ἐκκλησίαν.

Καὶ παρέδωκε τῷ πανδοχεῖ, τῷ μακαρίῳ Παύλῳ, τῷ στύλῳ τῶν Χριστιανῶν, τῷ γνησίῳ πανδοχεῖ, δοὺς αὐτῷ δύο δηνάρια· διὰ δὲ Παύλου τοῖς καθ' ἑκάστην Ἐκκλησίαν ἀρχιερεῦσι καὶ διδασκάλοις καὶ λειτουργοῖς· δύο δηνάρια, Παλαιάν τε καὶ Καινὴν ∆ιαθήκην, εἰπών· Ἐπιμελήθητι τοῦ ἀνθρώπου τούτου, καὶ εἴ τι δ' ἂν προσδαπανήσῃς, ἐγὼ ἐλθὼν ἀποδώσω σοι. Ὁ δὲ λέγει, τοῦτό ἐστιν· Ἐπιμέλησαι, φησὶ, τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν, ὅν σοι παρέδωκα ἐν τῇ Ἐκκλησίᾳ. Ἐπειδὴ ἀσθενοῦσιν οἱ ἄνθρωποι τετραυματισμένοι ὑπὸ τῶν ἁμαρτιῶν, θεράπευσον αὐτοὺς, ἐπιτιθεὶς αὐτοῖς λίθον ἐμπλάστρου, τὰ προφητικὰ ῥήματα καὶ τὰ εὐαγγελικὰ διδάγματα, ὑγιαίνων αὐτοὺς διὰ τῶν τῆς Παλαιᾶς καὶ Νέας ∆ιαθήκης νουθεσιῶν καὶ παρακλήσεων, πείθων αὐτοὺς ἀποστῆναι τῆς ἁμαρτίας, καὶ καταλεῖψαι τὴν τοῦ διαβόλου πλάνην. Ἐὰν δὲ καὶ οὕτως ἀδιόρθωτοι μείνωσι, πεῖσον αὐτοὺς ἀπὸ τῶν σῶν κατορθωμάτων, κάμψον αὐτοὺς διὰ τῶν αὐστηρῶν σου λόγων· τύπος αὐτῶν γενοῦ, καὶ ὑπογραμμὸς ἀγαθὸς, ἐν λόγῳ, ἐν ἔργῳ, ἐν ἀναστροφῇ, ἐν πίστει, ἐν ἀγάπῃ, ἐν σεμνότητι, ἵνα τῷ σῷ τύπῳ ἐξακολουθήσωσι, καὶ μιμηταί σου γίνωνται τῆς ἀγαθῆς πολιτείας. Καὶ τοῦτο ἂν ποιήσῃς, καὶ ἰδίαν τινὰ προσθήκην λόγων ἢ ἔργων παράσχῃς, εἴ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐπανελθὼν ἀποδώσω σοι· τουτέστιν, ἐν τῇ δευτέρᾳ μου παρουσίᾳ τῆς ἀνταποδόσεως ἄξιον τῶν καμάτων σου ἀποδώσω σοι τὸν μισθόν.

∆ιὰ τοῦτο Παῦλος θαῤῥῶν ταῖς ὑποσχέσεσι ταύταις λέγει· Ἐγὼ δὲ ἥδιστα ὑπὲρ Χριστοῦ δαπανήσω, καὶ ἐκδαπανήσομαι ὑπὲρ τῶν ψυχῶν ὑμῶν· τὴν εἰς τὰ ἔθνη λέγων διδασκαλίαν καὶ τὴν διακονίαν τοῦ λόγου. Αὐτὸς γάρ ἐστιν ὁ τὰς Ἐκκλησίας τοῦ Θεοῦ ἐποικοδομῶν καὶ στηρίζων, καὶ πάντας ἀνθρώπους θεραπεύων διὰ τῶν πνευματικῶν νουθεσιῶν, ἑκάστῳ τὰ πρόσφορα νέμων, ὁδηγεῖ τὰς ψυχὰς ἡμῶν εἰς ζωὴν αἰώνιον. Τοῖς πᾶσι γὰρ, φησὶ, γέγονα τὰ πάντα, ἵνα τοὺς πάντας σώσω.

Οὗτός ἐστιν ὁ καλὸς τῆς Ἐκκλησίας πανδοχεὺς, πάντας δέχεται καὶ πάντας ἐπιμελεῖται· οὐ πόρνον ἀπωθεῖται, οὐ μέθυσον, οὐ λοίδορον, οὐχ ἅρπαγα ἀποστρέφεται, οὐκ εἰδωλολάτρην βδελύσσεται, οὐχ ἕτερόν τινα ἀσεβῆ καὶ ἀκάθαρτον ἀποδιώκει, ἀλλὰ τοὺς πάντας δέχεται. Καθάπερ ἰατρὸς ἀποπλύνει τὰ τραύματα, καὶ διὰ λουτροῦ τῆς ἀναγεννήσεως ἀποσμήχει καὶ καθαίρει, καὶ προσφέρει τὰ στυπτικὰ ῥήματα, ὥσπερ οἶνον. πρὸς τὸ μὴ ἄγεσθαι ταῖς κατὰ ἄγνοιαν πραχθείσαις ἁμαρτίαις ἤτοι κακίαις.

Καὶ πάλιν θεραπεύει διὰ παρακλήσεως, δίκην ἐλαίου ἀλείφων τὰς ψυχὰς ἡμῶν· λέγει γὰρ οὗτος· Παρακαλοῦμεν δὲ ὑμᾶς, ἀδελφοὶ, διὰ τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον, τὴν λογικὴν λατρείαν ὑμῶν. Ὅσοι τοίνυν τῶν τοῦ Παύλου ῥημάτων μαθηταὶ τυγχάνετε, τὰς ἐντολὰς τοῦ Χριστοῦ φυλάξωμεν· ἵνα μὴ τῆς ἐπουρανίου Ἱερουσαλὴμ ἐκπέσωμεν καὶ πόλεως Θεοῦ ζῶντος.

Γένοιτο δὲ θεραπευθέντας ἡμᾶς καὶ ψυχῆς καὶ σώματος τραύματα, ἐν ὑγείᾳ καὶ τελειότητι πίστεως παραστῆναι τῷ Χριστῷ σώους καὶ ἀνεκλύτους, μὴ λειπομένους ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ ἀπολαῦσαι τῆς ἐν οὐρανοῖς ἀγαθῆς ἐπαγγελίας, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, σὺν τῷ παναγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.

Πηγή: Orthodox Fathers