Τετάρτη 8 Αυγούστου 2018

Εγκώμια ψαλλόμενα εις την Κοίμησιν της Υπεραγίας Θεοτόκου
[Στάσις τρίτη]

 
Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.

Βλέψας οὐρανόθεν, Θεὸς τῶν ὅλων Κτίστης, ἐν τῇ γάστρί σου ᾔκει.

Γνῶσιν ἐξαιτοῦμεν, τῆς σῆς κυοφορίας, προξένου σωτηρίας.

 Δυσώπει τὸν Υἱόν σου, οἰκτείραι ἡμᾶς πάντας, ἐν τῇ μελλούσῃ κρίσει.

ν οὐρανῷ ἐστάναι, νομίζομεν Παρθένε, ἑστῶτες τῷ Ναῷ σου.

Ζῶσι καὶ τεθνεῶσι, τοῖς ἐπὶ σὲ θαρροῦσιν, ἀντίληψιν σὺ δίδως.

γῆ πανηγυρίζει, ὁ οὐρανὸς χορεύει, σοῦ ἄνω αἰρομένης.

Θανοῦσα ἀθανάτους, μετέβης πρὸς σκηνώσεις, ἐχθρὸν ἡ θανατοῦσα.

να τὸ κάλλος βλέπεις, τοῦ σοῦ Υἱοῦ Παρθένε, πρὸς οὐρανοὺς μετέστης.

Καὶ ὄντως, ὢ Παρθένε, αἱ γενεαὶ πᾶσαι, μακαρίζουσί σε.

Λύτρωσιν παράσχου, Παρθένε Θεοτόκε, τοῖς σὲ ὑμνολογούσι.

Μόνη σύ προστάτις, πενήτων ὀρφανῶν τε, καὶ τῶν χήρων ὑπάρχεις.

Νέκρωσιν ὑπέστης, κυήσασα Παρθένε, τὸν νεκρωτὴν τοῦ Ἅδου.

Ξένον τόκον εἶδον, οἱ σὲ ὑμνολογοῦντες, ὡς μόνην Θεοτόκον.

τάφος σου κηρύττει, Παρθένε τὴν ταφήν σου, καὶ τὴν μετάστασίν σου.

Πάντες οἱ λαοὶ σε, Δέσποιναν Παρθένε, καλοῦσι προσκυνοῦντες.

ητόρων πολυφθόγγων, σοφίαν ἐτροπώσω, τῇ σῇ κυοφορία.

Σκιρτώσιν αἱ καρδίαι, τῶν εὐσεβούντων πάντων, ἐπὶ τῇ σῇ κηδεύσει.

Τὶς ἐξειπεῖν ἰσχύει, Παρθενομῆτορ μόνη, τὰς θείας ἀρετάς σου.

ψωσον Παρθένε, τῇ σῇ κυοφορία, τὸ κέρας Ὀρθοδόξων.

Φυλαὶ λοιπαὶ καὶ γλῶσσαι, τὸν τάφον σου κυκλοῦσι, σὲ ἀνυμνολογοῦντες.

Χριστιανῶν σε σκέπην, μάλιστα καὶ Μητέρα, κηρύττομεν οἱ πάντες.

Ψαύοντες σὴν κλίνην, σὲ ἀνυμνολογοῦμεν, Παρθενομῆτορ Κόρη.

Μῆτερ καὶ Παρθένε, ἀπάλλαξον γεένης, τοὺς σὲ ὑμνολογούντας.

ρραναν τὸν τάφον, μύροις τὸ Σὸν Σκῆνος, κηδεύσαντες Παρθένε.

ρραναν τὸν τάφον, οἱ κηδεύσαντές σε, ἄνθεσι καὶ μύροις.

ρραναν τὸν τάφον, μύροις Θεοτόκε, οἱ κηδεύσαντές σε.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Τριὰς Ἁγία, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, τοὺς λατρευτάς σου σῶσον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Μῆτερ, σκέπε καὶ φρούρει πάντας, τοὺς ἐπὶ σὲ θαρροῦντας.

Αἱ γενεαὶ πᾶσαι, ὕμνον τῇ ταφῇ σου, προσάγουσι Παρθένε.