Τρίτη 7 Αυγούστου 2018

Εγκώμια ψαλλόμενα εις την Κοίμησιν της Υπεραγίας Θεοτόκου
[Στάσις δευτέρα]

 
ξιόν ἐστι, μεγαλύνειν σὲ τὴν Θεοδόχον,
τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα,
καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.

Βάτον ἐν Σινᾷ, ἀκατάφλεκτον εἶδε σε πάλαι,
Μωυσῆς γαστρί σου τὸ θεῖον πῦρ,
ὡς χωρήσασα ἀφλέκτως Μαριάμ.

Γόνιμος ὡς γῆ, ἀεὶ δείκνυται Παρθενομῆτορ,
πᾶσι τοῖς θερίζειν ἐθέλουσι,
σωτηρίαν ἡ σεμνὴ Γεθσημανῆ.

Δῆλον οὖν ἡμῖν, ὢ Παρθένε μὴ ἰσχύειν δίχα,
σοῦ τῆς μεσιτρίας ὀρθοβατεῖν,
τοῖς πανσέπτοις ἴχνεσι τοῦ Χριστοῦ.

νθα οἱ χοροί, Ἀποστόλων τε καὶ τῶν Ἀγγέλων,
ἵσταντο κυκλοῦντες ἐν ᾄσμασι,
παριστάμεθα Παρθένε καὶ ἡμεῖς.

Ζώωσον Ἁγνή, τοὺς εἰς σὲ πιστῶς καταφυγόντας,
διὰ τῆς ὑπὲρ αὐτῶν μεσιτίας σου,
πρὸς τὸν ἄναρχον Υἱὸν καὶ Παντουργόν.

ρω Μαριάμ, κατὰ φύσεως βροτείας νίκην,
τὸν Χριστὸν ἀσπόρως κυήσασα,
ἀλλὰ θνῄσκεις νόμῳ φύσεως βροτῶν.

Θαῦμα ἀληθῶς, πῶς ἡ ἄναδρος θηλάζει βρέφος,
πῶς καὶ νεκροφόρος καθίστασαι,
ἡ Μητρόθεος ἐκτὸς διαφθορᾶς.

θυνον ἡμᾶς, πρὸς λιμένας σωτηρίους, Κόρη,
τοὺς χειμαζομένους ἐν κλύδωνι,
ψυχοφθόρων παραπτώσεων δεινῷ.

Κλῖμαξ πρὸς Θεόν, ὁ σὸς τάφος Παναγία,
πέλει ἄγουσα τοὺς πίστει ὑμνούντας σε,
καὶ τιμῶντας σου τὴν Κοίμησιν σεπτῶς.

Λόγος τοῦ Πατρός, ἐπεσκήνωσεν ἐν σοὶ Παρθένε,
καὶ πρὸς οὐρανὸν σὺ μετήγαγες,
τοὺς τὴν κύησιν δοξάζοντας τὴν σήν.

Μέτοχοι ζωῆς, τῆς ἀφθάρτου τε καὶ ἀϊδίου,
τῷ σῷ τόκῳ πάντες γεγόναμεν,
δι’ ὃ ᾄδομεν τὸ χαῖρε σοι σεμνή.

Νόμοι ἐπὶ σοί, οἱ τῆς φύσεως Ἁγνὴ Παρθένε,
σφόδρα παραδόξως καινίζονται,
ὡς κυήσασα Θεὸν Ἐμμανουήλ.

Ξένον ἀληθῶς, τὸ μυστήριον τῆς σῆς κυοφορίας,
Ἄχραντε ἀσπόρως γεννήσασα,
καὶ θηλάσασα τὸν Κτίστην τοῦ παντός.

λον τὸν Ἀδάμ, προσλαμβάνει ἐκ γαστρός σου,
θέλων ἐκτεμεὶν ῥιζόθεν παρακοήν,
ὁ Υἱός σου τὴν φυείσαν ἐν ἡμῖν.

Πύλη νοητή, τῆς ἐν γῇ φανερωθείσης Κόρῃ,
ἐκ τοῦ ὕψους θείας ἀνατολῆς,
ἀνεδείχθης Θεονύμφευτε πιστοῖς.

ήτορες δεινοί, οὐδὲ Ἄγγελοι Παρθενομῆτορ,
σθένουσιν ἀξίως ὑμνήσαι σε,
τὴν ὑπέρτιμον Μητέρα τοῦ Θεοῦ.

Σῶμα καὶ ψυχήν, ὑπερένδοξε Ἁγνὴ Παρθένε,
ἄσπιλα Θεῷ διετήρησας,
δι’ ὃ κάλλους σου ἠράσθη ὁ Χριστός.

Τόμος σὺ καινός, ἐν ὢ γέγραπτε ὁ θεῖος λόγος,
βίβλῳ τῆς ζωῆς τοὺς ὑμνούντας σε,
ἐγγραφῆναι καθικέτευε Ἁγνή.

μνους καὶ ᾠδάς, ἐξοδίους ὥσπερ μύρα Κόρη,
ἐπικήδεια σοι προσφέροντες,
ἐξαιτούμεθα πταισμάτων ἱλασμόν.

Φόβῳ καὶ χαρᾷ, καὶ ἡμεῖς ὥσπερ ἐκεῖνοι τότε,
πάρεσμεν τῷ τάφῳ σου Ἄχραντε,
ἐκπληττόμενοι τὴν κοίμησιν τὴν σήν.

Χαῖρε Μαριάμ, δι’ ἧς ἔλαμψε χαρὰ τῷ κόσμῳ,
καὶ ἀρᾷ ἡ καθ’ ἡμῶν ἐξωστράκισται,
τὸν Σωτῆρα κυησάσης ἐπὶ γῆς.

Ψάλλοντες τὸν σὸν, τόκον ἄσπιλε Παρθενομῆτορ,
ἀνυμνολογοῦμεν γεραίροντες,
σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.

σπερ οἱ νεκροὶ διὰ σοῦ ζωοποιούνται Κόρη,
οὕτω καὶ ἡμᾶς ζωοποίησον,
νεκρωθέντας πλημμελήμασι πολλοῖς.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

Δόξα τῷ Πατρί σὺν Υἱῷ τε καὶ τῷ Παναγίῳ Πνεύματι
προσάγομεν εὐσεβῶς,
τῇ Τριάδι τῇ Ἁγίᾳ καὶ σεπτή.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

σμασι πιστοί, ὀρθοδόξοις τε καὶ εὐπροσδέκτοις,
πάντες ἀνυμνήσωμεν σήμερον,
τὴν Μητέρα τοῦ Θεοῦ δουλοπρεπῶς.

ξιόν ἐστι, μεγαλύνειν σε τὴν Θεοδόχον,
τὴν τῶν ἀρετῶν ταμεῖον ὑπάρξασα,
καὶ χαρίτων ἁπασῶν τῶν τοῦ Θεοῦ.

Μικρὰ συνάπτῃ.
«Ὅτι ἅγιος εἰ ὁ Θεὸς ἡμῶν, ὁ ἐπὶ Θρόνου δόξῃς τῶν Χερουβεὶμ ἐπαναπαυόμενος καὶ σοὶ τὴν
δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, …»