Τρίτη 20 Ιουνίου 2017

Ακολουθία ευχαριστήριος προς τον Φιλάνθρωπον Κύριον


Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
῾Υμνογραφου τῆς Μεγάλης τοῦ Χριστοῦ ᾽Εκκλησίας

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν καὶ τὰ συνήθη ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

῏Ηχος δ'. ῾Ως γενναῖον ἐν Μάρτυσι.
᾽Ικεσίαις, Φιλάνθρωπε, καὶ ἀπαύστοις δεήσεσι τῆς ἁγνῶς τεκούσης σε ὑπὲρ ἔννοιαν καὶ τῶν ἀΰλων ᾽Αγγέλων σου καὶ πάντων ῾Αγίων σου ἐκπεράσαντες καλῶς τὴν τοῦ χρόνου περίοδον δυσωποῦμέν σε, τὰ ἐλέη σου δίδου ἡμῖν, Λόγε, καὶ τῷ ἤδη ἀρχομένῳ ἐνιαυτῷ ὡς φιλάνθρωπος.

Γλῶσσα πᾶσα πρὸς αἴνεσιν συγκινείσθω νῦν βρότειος , τῇ πολλῇ
χρηστότητι τοῦ Παντάνακτος· ὅτι πλουσίως ἐξέχεεν ἡμῖν ὡς
φιλάνθρωπος δωρεὰς τὰς ἀγαθάς τῆς αὐτοῦ ἀγαθότητος, ἵνα τύχωμεν τῆς αὐτοῦ εὐσπλαγχνίας καὶ τῷ ἤδη ἀρχομένῳ νέῳ ἔτει εἰς σωτηρίαν καὶ λύτρωσιν.

Δόξα. ῏Ηχος β'.
Προσφορὰν τελείαν καὶ ἄμωμον τὴν τῶν χειλέων ἡμῶν αἴνεσιν
πρόσδεξαι, Κύριε, ἣν ἐν κατανύξει σοι ᾄδομεν τῇ συμπληρώσει τοῦ ἔτους· καὶ εὐγνωμόνως δοξολογοῦμεν τοὺς πολλούς σου οἰκτιρμούς· ὅτι ἐν αὐτῷ εὐσπλάγχνως ἡμῖν ἐπέβλεψας καὶ ἐν σοφίᾳ ἐκυβέρνησας· ἀλλὰ μὴ ἀντανέλῃς ἀφ ἡμῶν τὰ ἐλέη σου καὶ τῷ ἀρχομένῳ νέῳ ἐνιαυτῷ ἵνα πιστῶς βοῶμέν σοι· Μέγας εἶ, Κύριε, καὶ τῆς μεγαλωσύνης σου οὐκ ἔστι πέρας· σοφῶς γὰρ πάντα διέπεις πρὸς τὸ συμφέρον ἡμῶν καὶ σωτηρίαν αἰώνιον.
Καὶ νῦν. ῾0 αὐτός.
Αὐγούστου μοναρχήσαντος ἐπὶ τῆς γῆς ἡ πολυαρχία τῶν ἀνθρώπων ἐπαύσατο· καὶ σοῦ ἐνανθρωπήσαντος ἐκ τῆς ῾Αγνῆς ἡ πολυθεΐα τῶν εἰδώλων κατήργηται. ῾Υπὸ μίαν βασιλείαν ἐγκόσμιον αἱ πόλεις γεγένηνται· καὶ εἰς μίαν Δεσποτείαν Θεότητος τὰ ῎Εθνη ἐπίστευσαν. ᾽Απεγράφησαν οἱ λαοὶ τῷ δόγματι τοῦ Καίσαρος· ἐπεγράφημεν οἱ πιστοί ὀνόματι θεότητος σοῦ τοῦ ἐνανθρωπήσαντος Θεοῦ ἡμῶν. Μέγα σου τὸ ἔλεος δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν,
τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ ᾽Αναγνώσματα.

Προφητείας ῾Ησαΐου τὸ ᾽Ανάγνωσμα.
(Κεφ. μ' 1, 8).
Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει ὁ Θεός. Ἱερεῖς, λαλήσατε εἰς τὴν καρδίαν ῾Ιερουσαλήμ, παρακαλέσατε αὐτήν· ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία· ὅτι ἐδέξατο ἐ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου. εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν. Πᾶσα φάραγξ πληρωθήσεται καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται πάντα τὰ σκολιὰ εἰς εὐθεῖαν καὶ ἡ τραχεῖα εἰς ὁδοὺς λείας· καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ, ὅτι Κύριος ἐλάλησε. Φωνὴ λέγοντος· βόησον· καὶ εἶπα· τί βοήσω; πᾶσα σάρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε, τὸ δὲ ρῆμα τοῦ Θεοῦ ἡμῶν μένει εἰς τὸν αἰῶνα.

Προφητείας ῾Ησαΐου τὸ ᾽Ανάγνωσμα.
(Κεφ. μ΄ 9, 17).
Ἐπ᾿ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον ἐν ἰσχύϊ τὴν φωνή σου, ὁ εὐαγγελιζόμενος ῾Ιερουσαλήμ· ὑψώσατε, μὴ φοβεῖσθε· εἰπὸν ταῖς πόλεσιν ᾿Ιούδα· ἰδοὺ ὁ Θεὸς ὑμῶν. Ἰδοὺ Κύριος Κύριος μετὰ ἰσχύος ἔρχεται καὶ ὁ βραχίων μετὰ κυρίας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ᾿ αὐτοῦ καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας καὶ ἐν γαστρὶ ἐχούσας παρακαλέσει. Τί ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ καὶ τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ; Τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς αὐτοῦ σύμβουλος ἐγένετο, ὃς συμβιβᾷ αὐτόν; Ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν; ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; Εἰ πάντα τὰ ἔθνη ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ροπὴ ζυγοῦ ἐλογίσθησαν καὶ ὡς σίελος λογισθήσονται· Ὁ δὲ Λίβανος οὐ ἱκανὸς εἰς καῦσιν, καὶ πάντα τὰ τετράποδα οὐ ἱκανὰ εἰς ὁλοκάρπωσιν, καὶ πάντα τὰ ἔθνη ὡς οὐδέν εἰσι καὶ εἰς οὐδὲν ἐλογίσθησαν αὐτῷ.

Προφητείας ῾Ησαΐου τὸ ᾽Ανάγνωσμα.
(Κεφ. μ' 18, 24).
Τίνι ὡμοιώσατε Κύριον καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν; Ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων καὶ σοφῶς ζητεῖ πῶς στήσει εἰκόνα αὐτοῦ καὶ ἵνα μὴ σαλεύητε. Οὐ γνώσεσθε; οὐ ἀκούσεσθε; οὐ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν; οὐ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ ὡς ἀκρίδες, ὁ στήσας ὡς καμάραν τὸν οὐρανὸν καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, ὁ διδοὺς ἄρχοντας ὡς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν. Οὐ γὰρ μὴ φυτεύσωσιν, οὐδὲ μὴ σπείρωσιν, οὐδὲ μὴ ριζωθῇ εἰς τὴν γῆν ἡ ρίζα αὐτῶν· ἔπνευσεν ἐπ᾿ αὐτοὺς καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς.

Εἰς τὴν Λιτὴν.

᾽Ιδιόμελα.

῏Ηχος α'.
῾0 οὐρανὸς καὶ ἡ γῆ ἔργα σῶν χειρῶν εἰσί, Κύριε, καὶ πάντα δουλεύουσι τῷ παντουργῷ σου νεύματι· σὺ γὰρ χρόνους καὶ καιρούς ἔθου τῇ σῇ ἐξουσίᾳ καὶ πάντα ἡμῖν δέδωκας εἰς περιποίησιν ἡμῶν καὶ σοφὴν κυβέρνησιν ὁ ὑπεράνω χρόνων καὶ καιρῶν ὡς βασιλεὺς προάναρχος· διὸ τῇ τοῦ χρόνου διελεύσει δίδου ἡμῖν πταισμάτων ἄφεσιν καὶ τὸ μέγα ἔλεος.

῏Ηχος β'.
Εὐχαρίστοις φωναῖς, Κύριε, τὸ σὸν ἄμετρον δοξάζομεν ἔλεος ὅτι
ηὐδόκησας ἡμᾶς καλῶς διαδραμεῖν πάσας τὰς ἡμέρας τοῦ
ἀποιχομένου ἔτους. ᾽Αλλὰ, Κύριε καὶ Δέσποτα, ἡμῶν τῆς οὐρανίου βασιλείας σου ἀξίωσον ἡμᾶς ὅτι σὸν ἐσμὲν ποίμνιον.

῏Ηχος γ'.
᾽Εξ οὐρανοῦ ἐπίβλεψον, Κύριε, καὶ τεῖνον οὖς εὐήκοον ἐπὶ τὸν λαόν σου τὸν εἰς σὲ ἐλπίζοντα καὶ πιστῶς σοι λατρεύοντα· καὶ ὡς θυσίαν δέξαι καθαρὰν τὴν τῶν χειλέων ἡμῶν αἴνεσιν τῇ περαιώσει τῶν τοῦ ἔτους ἡμερῶν· ἐν ᾧ τῆς σῆς χρηστότητος πολλαχῶς ἐγεύθημεν καὶ τῶν ἀγαθῶν σου τοὺς καρποὺς ἐτρυγήσαμεν ἀπαύστως ἀπεκδεχόμενοι τὸ μέγα σου ἔλεος.

Δόξα. Καὶ νῦν. ῏Ηχος δ'.
Ὁ ἐκ ΠαρΘένου μορφωθεὶς τὸ καθ' ἡμᾶς καὶ θεώσας τὸ πρόσλημμα
Κύριε· ὁ χρόνους καὶ καιροὺς πανσόφως διαθέμενος εἰς τὴν
πολύτροπον ἡμῶν κυβέρνησιν· ὁ καὶ τὸν διεληλυθότα χρόνον ἐνισχύσας ἡμᾶς εὐσεβῶς διελθεῖν δέξαι τὴν παροῦσαν ἡμῶν αἴνεσιν ὡς εὐῶδες θυμίαμα καὶ προσφορὰν χαριστήριον καὶ κατάπεμψον ἡμῖν τὰ πλούσια ἐλέη σου ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

Εἰς τὸν στίχον, στιχηρὰ Προσόμοια.

῏Ηχος δ'. ῎Εδωκας σημείωσιν.
Χρόνου τὴν περίοδον θεοπρεπῶς διανύσαντες ἀνυμνοῦμέν σε, Κύριε· σὺ γὰρ ὡς φιλάνθρωπος ἐκ Παρθένου Κόρης, ἡμῖν ὡμοιώθης δίχα τροπῆς τε καὶ φυρμοῦ καὶ καθυπέδειξας βίον ἔνθεον, βιοῦν καὶ πολιτεύεσθαι ὡς ἂν τῆς ἄνω λαμπρότητος καὶ τῆς δόξης τῆς κρείττονος κοινωνοὶ ἐποφθείημεν.

Στίχ. Σοὶ πρέπει ὕμνος ὁ Θεὸς ἐν Σιὼν καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν
῾Ιερουσαλήμ.

Αἶνον χαριστήριον ἀπὸ ψυχῆς σοι προσᾴδομεν οἱ ἱκέται σου Κύριε,
τυχόντες τῶν δώρων σου καὶ τῶν οἰκτιρμῶν σου καὶ τῆς σωστικῆς
σου προνοίας, Δέσποτα Χριστέ, κατὰ τὸν χρόνον τὸν ἀπερχόμενον·
παρεῖδες γάρ, φιλάνθρωπε, ἡμῶν τὰ ἄπειρα πταίσματα καὶ πλουσίως ἐξέχεας ἐφ ἡμᾶς τὰ ἐλέη σου.

Στίχ. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.

῎Αγγελοι τὸ κράτος σου ἐν οὐρανοῖς μεγαλύνουσιν, ἀσιγήτοις ἐν στόμασιν ἡμεῖς δὲ, φιλάνθρωπε, οἱ γήϊνοι κάτω καθ' ἑκάστην ὥραν δοξολογοῦμεν εὐσεβῶς τὴν ὑπὲρ ἔννοιαν δυναστείαν σου καὶ ἐξαιρέτως σήμερον δέξαι ἡμᾶς ἀνυμνοῦντάς σε τὴν τοῦ ἔτους συμπλήρωσιν θεαρέστως τελέσαντας.

Δόξα. ῏Ηχος πλ΄. δ'.
Κύριε, ὁ διὰ σπλάγχνα οἰκτιρμῶν ἀναλαβὼν τὸ ἀνθρώπινον καὶ
ἀρίστην ὁδὸν ἡμῖν ὑποδείξας, τὴν ταπείνωσιν ὁδήγησον ἡμᾶς ἐν τοῖς δικαιώμασί σου καὶ πλήρωσον ἡμῶν τὰ αἰτήματα ἐν τῇ συμπληρώσει τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου· σοὶ γὰρ, Δέσποτα, προσπίπτομεν καὶ θυσίαν αἰνέσεως θύομεν σοὶ τῷ Σωτῆρι τῶν ψυχῶν τῷ παρέχοντι ἡμῖν τὸ θεῖον ἔλεος.
Καὶ νῦν.
῏Ηχος δ'.
Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο. Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα, καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καὶ λέγουσαι· Δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.

Νῦν ἀπολύεις, τὸ τρισάγιον, καὶ τὸ ᾽Απολυτίκιον.

῏Ηχος δ'. Ταχὺ προκατάλαβε.
Ὁ χρόνων ἐπέκεινα καὶ τῶν αἰώνων Θεός, τὴν δέησιν πρόσδεξαι τῇ
συμπληρώσει, Χριστέ, τοῦ ἔτους δεόμεθα, θείαν ἰσχὺν δὲ δίδου ἐν
εἰρήνῃ τελέσαι ἅμα καὶ εὐσεβείᾳ τὸ ἀρχόμενον ἔτος πρεσβείαις τῆς
Θεοτόκου, μόνε Φιλάνθρωπε.
Καὶ τὸ τῆς ῾Εορτῆς.
῾Η γέννησίς σου, Χριστέ...
᾽Απόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' στιχολογίαν.

Κάθισμα.῏Ηχος α'. Τὸν τάφον σου Σωτήρ.
Ὁ πάντων ποιητής καὶ Θεὸς καὶ Δεσπότης ὁ χρόνους καὶ καιρούς
διεξάγων πανσόφως, φιλάνθρωπε Κύριε, Ἰησοῦ παντοδύναμε, τὴν
τελείωσιν τοῦ ἔτους φθάσαντες ἤδη χαριστήριον, αἶνόν σοι ᾄδομεν Λόγε, τυχεῖν τοῦ ἐλέους σου.

Καὶ τὸ τῆς ῾Εορτῆς.
῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.
Δεῦτε ἴδωμεν, πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός· ἀκολουθήσωμεν
λοιπόν ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων ᾽Ανατολῆς τῶν Βασιλέων.῎Αγγελοι ὑμνοῦσιν ἀκαταπαύστως ἐκεῖ. Ποιμένες ἀγραυλοῦσιν ᾠδὴν ἐπάξιον. Δόξα ἐν ὑψίστοις λέγοντες τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι ἐκ τῆς Παρθένου καὶ Θεοτόκου ἐν Βηθλεὲμ τῆς ᾽Ιουδαίας.

Μετὰ τὴν β' στιχολογίαν

Κάθισμα.῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.
Ὁ τὰ πάντα συντηρῶν καὶ συγκρατῶν ἐν τῇ δρακὶ καὶ προνοίᾳ θαυμαστῇ ἡμῖν παρέχων τὴν ζωήν, τοὺς διελθόντας τὸ ἀποιχόμενον ἔτος πρόσδεξαι Σωτήρ ἐν εὐσπλαγχνίᾳ πολλῇ, ᾄδοντας τὰ σὰ ξένα θαυμάσια καὶ τῆς φρικτῆς σου σαρκώσεως, Κύριε, τὸ ὑπὲρ φύσιν μυστήριον καὶ δίδου πᾶσιν πταισμάτων λύσιν καὶ παθῶν ἀπολύτρωσιν.

Καὶ τὸ τῆς ῾Εορτῆς, ὅμοιον.
Τί θαυμάζεις, Μαριάμ, τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; Ὅτι ἄχρονον
Υἱόν χρόνῳ ἐγέννησα φησί τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμὶ καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τίς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη ἐκ τῆς Παρθένου ἐν Βηθλεὲμ τῆς ᾽Ιουδαίας.

Μετὰ τὸν Πολυέλεον
Κάθισμα. ῏Ηχος δ'. Ταχὺ προκατάλαβε.

Τὸ ἔτος περάσαντες ἐν εὐσεβείᾳ Σωτήρ, ὑμνοῦμεν τὸ κράτος σου καὶ τοὺς πολλοὺς οἰκτιρμούς καὶ πίστει βοῶμέν σοι· δύναμιν δίδου πᾶσι διελθεῖν θεαρέστως χρόνου τοῦ ἐπὶ θύραις τὰς ἡμέρας ἁπάσας, πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν ῾Αγίων σου.

Καὶ τὸ τῆς ῾Εορτῆς.

῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ,

0 ἀχώρητος παντὶ πῶς ἐχωρηθη ἐν γαστρί, ὁ ἐν κόλποις τοῦ
Πατρός πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν, ὡς ἠθέλησε καὶ ὡς ηὐδόκησεν· ἄσαρκος γὰρ ὤν ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ ῎Ων ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.

Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου καὶ τὸ Προκείμενον.

Κύριε, ὁ Κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.

Στίχ. ῞Οτι ἐπήρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.

Εὐαγγέλιον κατὰ Μᾶρκον.
Εἶπεν ὁ Κύριος τοῖς εαυτοῦ μαθηταῖς· Βλέπετε τί ἀκούετε...

Ζήτει τῇ Τρίτῃ τῆς ιδ' ἑβδομάδος τοῦ Ματθαίου.

῾0 Ν'. Δόξα. Πάτερ, Λόγε, Πνεῦμα...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

᾽Ιδιόμελον. ῏Ηχος πλ. β'.

Στίχ. ᾽Ελέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα...
Τῷ σῷ κράτει, Κύριε, προσπίπτοντες οἱ ταπεινοί σου δοῦλοι τὴν σὴν ἐξαιτούμεθα ἐπιείκειαν καὶ πατρικὴν συμπάθειαν δι' ἧς πολλῶν πειρασμῶν λυτρούμεθα καὶ ἀσφαλῶς στελλόμεθα τὴν αἰωνίαν κατὰ Δαβὶδ ὁδόν τὴν ὁδηγοῦσαν τῷ φωτὶ τῆς σῆς βασιλείας ἔνθα πάντων ἐστὶ τῶν ἐκλεκτῶν ἡ κατοικία καὶ ζωὴ ἡ ἀτελεύτητος. Αὐτῆς ἡμᾶς ἀξίωσον ἐν τῷ ἀπείρῳ ἐλέει σου δεόμεθα.

῾0 Ἱερεύς. Σῶσον ὁ Θεός...

Εἶτα ὁ κανὼν οὗ ἡ ἀκροστιχίς.

Δόξα σοι, Λόγε, ἡμῶν ὁ Κτίστης. Γερασίμου.

ᾨδὴ α'. ῏Ηχος δ'. Θαλάσσης τὸ ᾽Ερυθραἷον.
Δοξάζων τοὺς οἰκτιρμούς σου, Κύριε, καὶ τὴν χρηστότητα τὴν πρὸς
ἡμᾶς σου, Δέσποτα, Χριστέ, ἐκ καρδίας κραυγάζω σοι· τὸ νέον ἔτος δώρησαι ἡμῖν εὐφρόσυνον δεόμεθα.

Ὁ πλάσας χειρὶ οἰκείᾳ, Δέσποτα, πάλαι τὸν ἄνθρωπον καὶ ἀναπλάσας πάθει σου σεπτῷ χαριστήριον αἴνεσιν τῇ συμπληρώσει πρόσδεξαι τοῦ ἔτους, μόνε, πολυέλεε.

Ξενίζει τὸ θαυμαστόν σου ἔλεος πᾶσαν διάνοιαν ὃ ἐπιχέεις, Δέσποτα, ἡμῖν τοῖς τὸ τέλος νῦν φθάσασι τοῦ χρόνου, παντοδύναμε, καὶ μεγαλύνουσι τὸ κράτος σου.
Θεοτοκίον.
᾽Αφράστως τὸν Ποιητὴν καὶ Κύριον ἀνακαλούμενον ἐκ τῆς φθορᾶς τὴν φύσιν τῶν βροτῶν, Θεοτόκε, γεγέννηκας· διὸ πίστει δοξάζομεν τοῦ τοκεοῦ σου τὸ μυστήριον.

ᾨδὴ γ'. Εὐφραίνεται ἐπὶ σοί.
Στηρίξας φόβῳ τῷ σῷ τοὺς λατρευτάς σου, ᾽Ιησοῦ Κύριε, θεοπρεπῶς διήλθομεν τὸν ἐνιαυτὸν λήξαντα, Δέσποτα.

Ὁδεύσαντες εὐσεβῶς τοῦτον τὸν χρόνον οἱ πιστοὶ δοῦλοί σου δόξαν, Χριστὲ, ᾄδομεν τῇ σῇ ἀνεκφράστῳ χρηστότητι.

Ἰδού σοι ἱκετικῶς, Παμβασιλεῦ, ἀπὸ ψυχῆς κράζομεν· δίδου ἡμῖν
δύναμιν κατὰ τῶν δεινῶν περιστάσεων.
Θεοτοκίον.

Λυχνία χρυσοειδής, Μῆτερ, Θεοῦ ὡς ἀληθῶς πέφηνας, μετὰ σαρκὸς τέξασα τοῦ Πατρὸς ῾Αγνὴ τὸ ἀπαύγασμα.

Κάθισμα.῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Τὸ διάστημα, Λόγε, καλῶς ἀνύσαντες τοῦ ἤδη λήγοντος ἔτους εὐχαριστοῦμέν σε· ὅτι ἐν τούτῳ πατρικῶς ἡμᾶς ἠλέησας καὶ διὰ πλείστων δωρεῶν εὐηργέτησας ἡμᾶς, φιλάνθρωπε, καὶ οἰκτίρμον· καὶ νῦν μὴ παύσῃ παρέχων ἡμῖν ἐξ ὕψους τὰ ἐλέη σου.

ᾨδὴ δ'. ᾽Επαρθέντα σε ἰδοῦσα.
Ὁμοούσιε καὶ σύνθρονε Θεοῦ Λόγε, Πατρὶ τῷ προανάρχῳ σου καὶ
τῷ συμφυεῖ σου Πνεύματι, φιλάνθρωπε Χριστέ, ὁ Θεὸς ἡμῶν οἴκτειρον ἡμᾶς τοὺς ἱκέτας σου. Γνώμῃ ἔμφρονι ἀρχόμενοι, ζωοδότα, τοῦ νέου ἔτους, Δέσποτα, πίστει καὶ ἀγάπῃ τὴν σὴν ἐκδεχόμεθα πλουσίαν ἀντίληψιν καὶ τὴν δωρεὰν τοῦ ἐλέους σου.

᾽Εκπεράσαντες αἰσίως τὸ λῆξαν ἔτος ποικίλων περιστάσεων τῇ σῇ βοηθείᾳ, Δέσποτα, ἐρρύσθημεν· διὸ χαριστήριον αἶνον εὐγνωμόνως σοι ᾄδομεν.
Θεοτοκίον.
Ἡ τεκοῦσα ἀπειράνδρως τὸν πάντων Κτίστην καὶ μετὰ τόκον ἄφθορος· μείνασα Παρθένος φθορᾶς πάσης λύτρωσαι τοὺς σὲ μακαρίζοντας μόνη, ᾽Αειπάρθενε, Δέσποινα.

ᾨδὴ ε'. Σὺ Κύριε μου φῶς.
Μέγας ἐν οἰκτιρμοῖς καὶ ἐν ἰσχύϊ, Κύριε· διὸ ἡμᾶς τῷ σῷ φόβῳ ἑδραίωσον, οἰκτίρμον, ποιεῖν σου τὰ θελήματα.

῎Ωφθησαν ἀληθῶς οἱ θησαυροὶ τοῦ ἐλέους σου τῷ παρελθόντι νῦν
ἔτει ὡς πηγαὶ καὶ πλουσίως ἡμᾶς, Σῶτερ, κατήρδευσαν.

Νέον ἐνιαυτόν ἐκδεχόμενοι, Κύριε, ἀπὸ ψυχῆς σοι βοῶμεν· τῆς
παλαιᾶς ἀπάτης ἐξελοῦ ἡμᾶς ἅπαντας.
Θεοτοκίον.
῎Ορος περιφανὲς ἀληθῶς ἀναδέδειξαι κατὰ τοὺς θείους Προφήτας· ἐκ σοῦ γὰρ, Παρθένε, ὁ Κύριος ἐλήλυθεν.

ᾨδὴ στ'. Θύσω σοι.
Κύριον καὶ Ποιητὴν τῶν ὅλων γινώσκοντες χαριστηρίους αἰνέσεις
ἐν τῇ συμπληρώσει, Σῶτερ, τοῦ ἔτους ὁ λαός σου εὐχαρίστως σοι
ᾄδομεν σήμερον.

Τέρασιν ἐκ τῆς Αἰγύπτου πάλαι ἐξήγαγες τὸν σὸν λαὸν, πανοικτίρμον· νῦν δὲ τῷ λαῷ σου τῷ νέῳ Σῶτερ, ἐν τῷ νέῳ ἐνιαυτῷ τὴν χάριν σου βράβευσον.

Ἵλεως ἔσο ἡμῖν, Σωτὴρ, εὐδιάλλακτε, ὡς ἐν τῷ λήξαντι ἔτει οὕτω
καὶ ἤδη ἀπαρχομένῳ καὶ παράσχου τῶν οἰκτιρμῶν σου ἡμῖν τὰ δωρήματα.
Θεοτοκίον.
Σκήνωμα τοῦ βασιλέως τῆς δόξης περίδοξον καὶ πολυθαύμαστος
θρόνος ἀληθῶς ἐδείχθης, Θεογεννῆτορ, ἐκ γαστρός σου, τὸν Θεὸν
τῶν ὅλων κυήσασα.
Κοντάκιον.

῏Ηχος γ'. ῾Η Παρθένος σήμερον.
Εἰς τὸ τέλος φθάσαντες τοῦ χρόνου, μόνε οἰκτίρμον, τὴν σὴν ἀτελεύτητον ὑμνοῦμεν χάριν ἀπαύστως· πάντας γάρ ἐκ πάσης βλάβης θᾶττον ἐρρύσω, δίδου δὲ καὶ τὰ ἐλέη σου δυσωποῦμεν τῷ ἐνιαυτῷ τῷ νέῳ τοῖς προσκυνοῦσι τὴν δυναστείαν σου.

Ὁ Οἶκος.
Θυσίαν αἰνέσεως, Κύριε, ἐκ χειλέων σοι προσφέρομεν ἐπὶ τῇ συμπληρώσει τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου ἀπολαύσαντες τῶν πολλῶν δωρεῶν σου καὶ τῶν ἀμετρήτων καὶ σωτηρίων οἰκτιρμῶν σου· ῎Αγγελοι γὰρ ἐν οὐρανῷ ἀνυμνοῦσι τὴν ἀκατάληπτον δόξαν σου καὶ ἡμεῖς οἱ ἐπὶ γῆς ἄνθρωποι ἐν κατανύξει προσκυνοῦμεν τὸ κράτος σου καὶ ἐν φόβῳ πολλῷ βοῶμέν σοι· Δίδου ἡμῖν, εὔσπλαγχνε, πταισμάτων συγχώρησιν καὶ εὐκραὲς καὶ ἔφορον καὶ πεπληρωμένον εἰρήνης τὸ νέον
ἔτος δώρησαι τοῖς προσκυνοῦσι τὴν δυναστείαν σου.

Τὸ Συναξάριον τῆς λα' Δεκεμβρὶου ἐκ τοῦ Μηναίου.

ᾨδὴ ζ'. ᾽Εν τῇ καμίνῳ.
Τὸ λῆγον ἔτος ἐκπεραιώσαντες, φιλάνθρωπε, ὕμνον χαριστήριον
ᾄδομεν τῇ σῇ εὐσπλαγχνίᾳ καὶ κραυγάζομεν· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.

Ἡ σὴ χρηστότης κατακαλύπτει ἡμᾶς, Δέσποτα· ὅθεν πολυπλόκων
λυτρούμενοι πειρασμῶν εὐχαρίστως ἀναμέλπομεν· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.

Σὲ τὸν Δεσπότην καὶ βασιλέα πάσης κτίσεως στόμασι πηλίνοις πάντες οἱ γηγενεῖς ἀνυμνοῦμεν ἀναμέλποντες· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.
Θεοτοκίον.
Γένος ἀνθρώπων τῇ σῇ γεννήσει ἀνακέκληται ἐξ ἧς πάλαι πέπτωκεν ἀφθάρτου ζωῆς καὶ ὑμνεῖ σε, ᾽Αειπάρθενε, καὶ μεγαλύνει τὸ τοῦ τόκου σου μέγα μυστήριον.

ᾨδὴ η'. Λυτρωτὰ τοῦ παντός.
Ἐκπληρώσει τοῦ ἔτους, φιλάνθρωπε, θείων ὕμνων σοι πλήρωμα ᾄδομεν καὶ πόθῳ μεγαλύνομεν τὴν σὴν δόξαν βοῶντες· πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Ῥῦσαι πάσης ἀνάγκης καὶ θλίψεως καὶ πρὸς βίον ὑπέρτερον ἴθυνον τοῦ νέου ἔτους, Δέσποτα, τῇ ἐνάρξει τοὺς πίστει ἐκβοῶντας· εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

᾽Απορρήτως σαρκὸς ἐν προσλήμματι ἐπεδήμησας κόσμῳ φιλάνθρωπε, καὶ πάντας ἀνεκαίνισας εὐσεβῶς μελῳδοῦντας· πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Σαρκωθεὶς ἐξ ἀχράντων αἱμάτων σου ὁ Θεὸς διὰ σπλάγχνα χρηστότητος ἀνέπλασε τὸν ἄνθρωπον, Θεοτόκε, βοῶντα· πάντα τὰ ἔργα εὐλογεῖτε, ὑμνεῖτε τὸν Κύριον.

Ωδὴ θ'. Λίθος ἀχειρότμητος.
Ἴθυνον ἡμᾶς, ζωοδότα, τῇ ἀπαρχῇ τοῦ νέου ἔτους πρὸς δικαιοσύνης τὰς τρίβους, ὅπως καινότητα βίου κρείττονος προσάξωμέν σοι, Κύριε, ἐν εὐσεβείᾳ καὶ σεμνότητι.

Μὴ παρίδῃς, Σῶτερ, σοὺς δούλους τοὺς ἐξυφαίνοντάς σοι πόθῳ ἐν τῇ συμπληρώσει τοῦ ἔτους εὐγνωμοσύνης ᾄσματα, Κύριε, ἀλλ' ἔπιδε ὡς εὔσπλαγχνος ἐπὶ λαὸν τὸν περιούσιον.

῎Ομβρισον ἡμῖν, πανοικτίρμον, τῆς εὐσπλαγχνίας σου τὰ ῥεῖθρα καὶ τὴν ἐκλεκτήν σου μερίδα κεκακωμένην ποικίλαις θλίψεσι τῶν
δυσχερῶν ἀπάλλαξον καὶ εὐφροσύνης θείας πλήρωσον.
Θεοτοκίον.
Ὕψιστον Θεὸν τετοκυῖα ἀνερμηνεύτως, Θεοτόκε, ὕψωσον ἡμῶν τὴν καρδίαν πρὸς τὴν ἀγάπην τοῦ ἐκ σοῦ λάμψαντος καὶ τῶν πταισμάτων αἴτησαι ἡμῖν τὴν ἄφεσιν, Πανύμνητε.

᾽Εξαποστειλάριον.

῾0 οὐρανὸν τοῖς ἄστροις.
Ὁ τῶν καιρῶν καὶ χρόνων καὶ τῶν αἰώνων Ποιητής προσδέχου ἡμῶντοὺς ὕμνους οὕς σοι προσφέρομεν, Χριστέ, τῇ συμπληρώσει τοῦ ἔτους καὶ τὸν λαόν σου εὐλόγει.

Καὶ τὸ τῆς ῾Εορτῆς.

᾽Επεσκέψατο ἡμᾶς ἐξ ὕψους ὁ Σωτὴρ ἡμῶν, ἀνατολὴ ἀνατολῶν καὶ οἱ ἐν σκότει καὶ σκιᾷ εὕρομεν τὴν ἀλήθειαν· καὶ γὰρ ἐκ τῆς Παρθένου ἐτέχθη ὁ Κύριος.

Εἰς τοὺς Αἴνους.῾Ιστῶμεν στίχους δ'
καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.
῾0 σαρκωθεὶς ἐ Παρθένου, Λόγε, φιλάνθρωπε, καὶ κόσμον ἀναπλάσας τῆς ἀρχαίας κατάρας, ἐπίνευσον ὑψόθεν τοῖς ὕμνοις ἡμῶν οὓς τῷ τέλει σοι ᾄδομεν τοῦ ἔτους, Σῶτερ, ὡς δῶρα πνευματικὰ ἐκδεχόμενοι τὴν χάριν σου.

Ὁ Ποιητὴς τῶν αἰώνων καὶ πάντων Κύριος, ὁ τῶν καιρῶν καὶ χρόνων τὴν ἐξουσίαν ἔχων, τοῦ ἔτους τῇ πληρώσει ἡμῶν τὰς ψυχάς θείας χάριτος πλήρωσον καὶ διὰ βίου ἁγίου τῆς οὐρανῶν βασιλείας καταξίωσον.

Χαριστηρίους ᾠδάς σοι, Χριστὲ φιλάνθρωπε, πᾶς ὁ πιστὸς λαός σου ἀναφέρομεν πίστει τὸ ἔτος διελθόντες τὸ λῆγον τανῦν καὶ βοῶμέν σοι, Κύριε· καὶ ἐν τῷ χρόνῳ τῷ νέῳ δίδου ἡμῖν τὰ ἐλέη σου τὰ πλούσια.

Πανυπερούσιε, Λόγε, καὶ πολυέλεε, μετάνοιαν γνησίαν καὶ εἰρήνην τελείαν παράσχου ἡμῖν πᾶσι Χριστιανοῖς τοῖς πρὸς σὲ ἀτενίζουσι καὶ προσκυνοῦσιν ἐν πίστει εἰλικρινεῖ τὸ σὸν κράτος, Παντοδύναμε.

Δόξα. ῏Ηχος β'.
Ὁ καιρῶν καὶ χρόνων βασιλεὺς καὶ Κύριος καὶ τῶν αἰώνων ποιητής,῾Υπέρθεε, Λόγε, τῷ τοῦ χρόνου πέρατι τῇ ἀπεράντῳ ἐξουσίᾳ σου δοξολογίαν θείαν προσφέρομεν καὶ θυσίαν αἰνέσεως οἱ ταπεινοί σουδοῦλοι· ὅτι δι' ἡμᾶς ἄνθρωπος ὤφθης καὶ ἀνέπλασας τὸν ᾽Αδάμ τὴν τοῦ Πατρὸς ἀρχαίαν βουλὴν πληρώσας. ᾽Αλλὰ δόξα, φιλάνθρωπε, τῇ περὶ ἡμᾶς σου χρηστότητι ὅτι σώζεις ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ νῦν. ῾0 αὐτός.
Σήμερον ὁ Χριστός ἐν Βηθλεὲμ γεννᾶται ἐ Παρθένου. Σήμερον ὁ
ἄναρχος ἄρχεται καὶ ὁ Λόγος σαρκοῦται. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἀγάλλονται καὶ ἡ γῆ σὺν τοῖς ἀνθρώποις εὐφραίνεται. Οἱ Μάγοι τὰ δῶρα προσφέρουσιν· οἱ Ποιμένες τὸ θαῦμα κηρύττουσιν· ἡμεῖς δὲ ἀκαταπαύστως βοῶμεν. Δόξα ἐν ῾Υινίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνῃ ἐν ἀνθρώποις εὐδοκία.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ συνήθη.

᾽Απόστολον ζήτει τῇ κγ' Κυριακῇ.
Εὐαγγέλιον κατὰ Ματθαῖον.
ὅπερ ζήτει τῷ Σαββάτῳ τῆς γ΄ ἑβδομάδος τοῦ Ματθαίου.

Κοινωνικόν.
Σοὶ πρέπει ὕμνος, ὁ Θεός, ἐν Σιὼν καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν ῾Ιερουσαλήμ.
᾽Αλληλούϊα.

Μεγαλυνάριον

Τῇ τοῦ χρόνου λήξει, Χριστὲ Σωτήρ, διάρρηξον, Λόγε, τῶν ἀμέτρων ἁμαρτιῶν ἡμῶν τὸ δελτίον καὶ χάριτος ἁγίας ἡμῶν τὰς διανοίας πλήρωσον, Κύριε.

Δίστιχον.
Αἶνον χαριστήριον, Δέσποτα, δέξαι
῞Ον σοι Γεράσιμος προσήνεγκεν ἤδη.