Παρασκευή, 5 Μαΐου 2017

Παρακλητικός Κανών στην Αγία Ειρήνη την Μεγαλομάρτυρα


Ἱερεύς: Εὐλογητός Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, πανταχοῦ παρών καί τά πάντα πληρῶν, θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ἱερεύς· Ὅτι Σου ἐστιν βασιλεία καί δύναμις καί δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀλήθειά σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου.
Καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν.
Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου.
Ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου.
Μή ἀποστρέψης τό προσωπόν σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.
Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου.
Ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον, δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου.
Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ.
Ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου.
Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἴμι.

Καί εὐθύς τό, Θεός Κύριος, ἐξ ἑκατέρων τῶν Χορῶν, ὡς ἕξης:
Ἦχος δ΄.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄.Ὁ ὑψωθεῖς...

Ὡς τῆς εἰρήνης τή, ἐνθέου ἐπώνυμο,, τόν εἰρηνάρχην καί Θεόν ἐκδυσώπησον, Εἰρήνη εἰρηνώνυμε, δωρήσασθαι ἠμίν τοῖς πίστει ἀνυμνούσι σέ τήν εἰρήνην,
καί παῦσαι ἀνοήτους ἔριδας, καί σατᾶν διαλύσαι τάς πολυπλόκους πλεκτάνας, ἴνα σέ ἀεί ὡς ἀθληφόρον, Εἰρήνη γεραίρομεν.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού, σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἴτα ὁ Ψαλμός ν΄ (50).
Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.
Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἔστι διά παντός.
Σοί μόνω ἥμαρτον, καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ.
Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί.
Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλύνεις μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι.
Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἑξάλειψον.
Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμα σου τό ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ.
Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι.
Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου.
Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην, ὁ Θεός, οὐκ ἐξουδενώσει.
Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα.
Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους. χριστιανος.gr

Καί ὁ Κανών οὗ ἡ Ἀκροστιχίς.
Σαῖς λιταῖς ἠμᾶς Εἰρηνώνυμε, ἀεί σκέπε.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Στεφάνω κοσμηθεῖσα μαρτυρικῶ, καί ἐνηδομένη σύν παρθένοις ἐν οὐρανῶ, δώρησαι εἰρήνην ταῖς λιταίς σου, τοῖς σέ ὑμνούσι, καί δόξαν ἀμάραντον.
Ἀξίως τό στέφος χειρί Θεοῦ, ἐδέξω Εἰρήνη, καί τῷ θρόνω αὐτοῦ ἀεί, παρίστασαι εἰρήνην δυσωποῦσα, διηνεκῆ ἠμίν πάσι δωρήσασθαι.
Ἰλάσθητι, Εἰρήνη, τοῖς ταπεινοῖς, καί τόν σόν Νυμφίον, ἐκδυσώπησον καί Θεόν, εἰρήνην δωρήσασθαι τήν θείαν, ταῖς Ἐκκλησίαις καί τήν ὁμόνοιαν.

Θεοτοκίον.
Συνέτισον τόν δοῦλόν σου, Μαριάμ, καί δός μοί εἰρήνην, ἰκεσίαις σου ἱεραῖς, καί δαιμόνων ρυσαί μέ ἀπάτης, τόν εἰρηνάρχην Θεόν ἡ γεννήσασα.
xristianos.gr
Ὠδή γ΄. Σύ εἰ τό στερέωμα.
Ἠμίν τοῖς γεραίρουσι, τά ὑπέρ λόγον σου σκάμματα, καί τούς σεπτούς, Εἰρήνη, ἀγώνας, δός λιταίς σου ὁμόνοιαν.
Μεγάλα τά ἄθλά σου, μεγαλομάρτυς Εἰρήνη πάνσοφε, ρύσαι διό λιταίς σου, ἐρίδων καί δεινῶν τους οἰκέτας σου.
Ἀνδρείας πανθαύμαστε, καί σωφροσύνης ὤφθης ὑπόδειγμα, ὅθεν καμέ σωφρονεῖν λιταίς σου, ὤ Εἰρήνη, ἀξίωσον.

Θεοτοκίον.
Σύ εἰ Παναμώμητε, τῶν ὀρθοδόξων τό καύχημα, σύ εἰ Ἁγνή, ὄνομα καί πράγμα τό γλυκύ καί θαυμάσιον.

Ὠδή δ΄. Εἰσακήκοα, Κύριε.
Λαμπρυνθεῖσα ἑλλάμψεσι, Πνεύματος τοῦ θείου, ὤ εἰρηνώνυμε, τήν καρδίαν μου καταύγασον, αἴγλη οὐρανία ἰκεσίαις σου.
Ἰσχυρόν μέ ἀπέργασαι, κατά τῶν δαιμόνων, Εἰρήνη ἔνδοξε, καταστρέφειν μηχανήματα, καί αὐτῶν τούς δόλους ταῖς πρεσβείαις σου.
Ταῖς φωσφόροις ἑλλάμψεσιν, ὧν νῦν ἀπολαύεις, Εἰρήνη πανσεμνέ, ἀπολαῦσαι ταῖς πρεσβείαις σου, πάντας τούς τιμώντας σέ ἀξίωσον.

Θεοτοκίον.
Ἀπειρόγαμε Δέσποινα, πάσι τοῖς πιστῶς Θεοτόκον σέ, ἀειπάρθενον γνωρίζουσι, τῶν πλημμελημάτων δός τήν ἄφεσιν.

Ὠδή ἐ΄. Φώτισον ἠμᾶς.
Ἴσχυσας ἐχθρῶν, καταλύσαι τά φρυάγματα, διό καί τόν ἱκέτην σου κατ’ ἐχθρῶν, Εἰρήνη μάρτυς, τροπαιοῦχον σύ ἀναδεῖξον.
Σῶσον τούς εἰς σέ, εἰρηνώνυμε, προσφεύγοντας, καί τῶν τεχνασμάτων τοῦ πονηροῦ, ταῖς ἰκεσίαις σου ταχέως ἐλευθέρωσον.
Εἰρήνης τῆς σεπτῆς, σύ ὑπάρχουσα ἐπώνυμος, πάντας εἰρηνεύειν δούλους τούς σούς, Εἰρήνη μάρτυς, ταῖς πρεσβείαις σου ἀξίωσον.

Θεοτοκίον.
Ἴλεων, Ἁγνή, τόν σόν τόκον, καθικέτευσον, γενέσθαι μοί ἐν κρίσει τῷ ταπεινῶ, καί τῆς μερίδος τῶν δικαίων ἀξιῶσαι μέ.

Ὠδή στ΄. Ἰλάσθητι μοί.
Ρωσθεῖσα τοῦ Παντουργοῦ, σθένει, Εἰρήνη θεοσοφέ, τυράννων τάς ἀπειλᾶς, σοφῶς κατεφρόνησας, καμέ οὔν ἀξίωσον, σατᾶν διαλύσαι τά τεχνάσματα, πρεσβείαις σου.
Ἠράσθης τῆς ὑπέρ νοῦν, φωτοχυσίας, πανεύφημε, καί πάντων τῶν ἐπί γής ἀγαθῶν ἠλόγησας, καμέ οὔν ἀξίωσον, θείαις φωταυγίαις ἑλλαμφθῆναι, ἰκεσίαις σου.
Νῦν ταῖς παρθένοις, σεμνή, ἀγαλλομένη εἰς ἄληκτον τῆς βασιλείας Χριστοῦ βίον, εἰρηνώνυμε, μή παύση πρεσβεύουσα, ὑπέρ ὁμονοίας καί εἰρήνης τῶν ὑμνούντων σέ.

Θεοτοκίον.
Ὡς μόνη εὐσυμπαθῆς, τόν ἀσυμπάθητον δοῦλόν σου, οἰκτείρησον δωρεάν, Παρθένε πανάμωμε, τόν ἀμέτρως πταίσαντα, καί ἐν ραθυμία βίον ὅλον δαπανήσαντα.
Διασωσον, ἀπό παντοίων ἐρίδων καί ἐπήρειας δαιμόνων τούς ἀνυμνοῦντας σέ, Εἰρήνη πανεύφημε, ταῖς θείαις πρός τόν εἰρηνάρχην εὐχαίς σου.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ Ἱερεύς μνημονεύει. Εἴτα τό Κοντάκιον. Ἦχος β΄.
Εἰρήνης σεπτῆς, Εἰρήνη ἐπώνυμε, θαυμάτων πηγή καί ἀθληφόρων εὔκλεια, ἐκτενῶς βοῶμεν σοί, ταχέως εἰρηνώνυμε προφθασον,
καί ἐξ ἐρίδων λύτρωσαι ἠμᾶς, εἰρήνην διηνεκῆ ἠμίν δωρουμένη καί ὁμόνοιαν, ταῖς πρός τόν εἰρηνάρχην θερμαῖς ἰκεσίαις σου.
xristianos.gr
Προκείμενον. Ἦχος δ΄.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοί. χριστιανος.gr
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Μάρκον (Ἐ΄ 24 - 34).
Τῷ καιρῶ ἐκείνω ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς, καί συνέθλιβον αὐτόν. Καί γυνή τίς, οὖσα ἐν ρύσει αἵματος ἔτη δώδεκα,
καί πολλά παθοῦσα ὑπό πολλῶν ἰατρῶν, καί δαπανήσασα τά παρ’ ἑαυτῆς πάντα, καί μηδέν ὠφεληθεῖσα ἀλλά μᾶλλον εἰς τό χεῖρον ἐλθοῦσα,
ἀκούσασα περί τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλω ὄπισθεν, ἤψατο τοῦ ἱματίου αὐτοῦ, ἔλεγε γάρ. Ὅτι, καν τῶν ἱματίων αὐτοῦ ἄψωμαι, σωθήσομαι.
Καί εὐθέως ἐξηράνθη ἡ πηγή τοῦ αἵματος αὐτῆς, καί ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπό τῆς μάστιγος.
Καί εὐθέως ὁ Ἰησοῦς ἐπιγνούς ἐν ἐαυτῶ τήν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεῖς ἐν τῷ ὄχλω, ἔλεγε. Τίς μου ἤψατο τῶν ἱματίων;
Καί ἔλεγον αὐτῶ οἱ μαθηταί αὐτοῦ. Βλέπεις τόν ὄχλον συνθλίβοντα σέ, καί λέγεις. Τίς μου ἤψατο; καί περιεβλέπετο ἰδεῖν τήν τοῦτο ποιήσασαν.
Ἡ δέ γυνή, φοβηθεῖσα καί τρέμουσα, εἰδυία ὅ γέγονεν ἐπ’ αὐτή, ἦλθε, καί προσέπεσεν αὐτῶ, καί εἶπεν αὐτῶ πάσαν τήν ἀλήθειαν.
Ὁ δέ εἶπεν αὐτή. Θύγατερ, ἡ πίστις σου σέσωκε σέ, ὕπαγε εἰς εἰρήνην, καί ἴσθι ὑγιής ἀπό τῆς μάστιγός σου.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Εἰρήνη καλλιπάρθενε, τῶν ἀθληφόρων τό κλέος, εἰρήνης ἐπώνυμε, δέξαι τάς δεήσεις καί ἱκεσίας μου, εὐμενῶς ταύτας δέ, πρός τόν εἰρηνάρχην,
προσκομίξουσα δεήθητι, τοῦ παρασχεῖν ἠμίν εἰρήνην, παρθένε, τήν ἔνθεον, καί πάσας ἀπελᾶσαι νῦν, δεινάς προσβολᾶς τοῦ ἀλάστορος,
ὅπως εὐχαρίστως, τούς ἄθλους σου γεραίρωμεν ἀεί, ὑπέρ Χριστοῦ οὖς ὑπέμεινας, καί τά κατορθώματα.

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης. Της αγίας Μεγαλομάρτυρος Ειρήνης,
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Παῖδες Ἑβραίων.
Νῦν καθορώσα, ὤ Εἰρήνη, πρόσωπον πρός πρόσωπον τῶν ἀγαθῶν τό ἄκρον, ταῖς θερμαίς σου λιταῖς ἀγάθυνον τόν βίον, τῶν ἀνυμνούντων πίστει σέ, καί παρασχου τήν εἰρήνην.
Ὕμνοις τιμῶντες τήν σήν μνήμην, εἰρηνώνυμε Εἰρήνη, οἱ σοί δοῦλοι, ταπεινῶς καί θερμῶς δεόμεθα ρυσθῆναι, πυρός του αἰωνίζοντος, ταῖς ἁγίαις σου πρεσβείαις.
Μάρτυς Εἰρήνη καί εἰρήνης, τῆς ἐνθέου ἐπώνυμε σοῖς δούλοις, τόν εἰρήνης Θεόν ἱκέτευε εἰρήνην, διηνεκῆ δωρήσασθαι, ἴνα πόθω σέ ὑμνῶμεν. χριστιανος.gr

Θεοτοκίον.
Εὔροιμι σέ ταχύ ἑξαιρουμένην, ὤ Παρθένε, τῆς κρίσεως ἐν ὥρα, καταδίκης πίκρας τόν σόν οἰκτρόν οἰκέτην, τόν τόκον σου τόν ἄρρητον, εὐσεβῶς ὑπερυμνοῦντα.

Ὠδή ἡ΄. Τόν Βασιλέα.
Ἀγάπη θεία, εἰρηνώνυμε μάρτυς, τούς σούς δούλους κοσμῆσαι ἐκδυσώπει, τόν Θεόν εἰρήνης, ἴνα σέ μακαρίζω.
Εἰρήνη μάρτυς, τόν εἰρηνάρχην δυσώπει, εἰρηνεῦσαι τάς Ἐκκλησίας πάσας, καί τάς διεστώσας ἐνῶσαι σαῖς πρεσβείαις.
Ἴνα Εἰρήνη ἀδιαλείπτως ὑμνῶ σέ, τήν εἰρήνην παρασχου τῷ σῶ δούλω, ταῖς πρός τόν Δεσπότην ἁγίαις σου πρεσβείαις.

Θεοτοκίον.
Σκέπη γενού μοί καί καταφύγιον, Κόρη, τῷ ἐν πίστει προστρέχοντι σοῖ δούλω, καί τῆς τρικυμίας διασωσον τοῦ βίου.

Ὠδή θ΄. Κυρίως Θεοτόκον.
Κύκλω τοῦ νυμφίου, χορεύουσα Εἰρήνη, τοῦ οὐρανίου σου, πίστει τοῖς τήν μνήμην σου τήν φωτοφόρον τελούσιν, εἰρήνην αἴτησαι.
Ἐν θαύμασιν ἀπείροις, Εἰρήνη θεοφρον, ὁ εἰρηνάρχης Θεός σέ ἐδόξασε, τοῦτον θερμῶς ἐκδυσώπει, ὑπέρ τῶν δούλων σου.
Παρασχου τήν εἰρήνην, Εἰρήνη θεοφρον, ταῖς ἱεραίς σου πρεσβείαις δεόμεθα, τοῖς εὐσεβῶς ἀνυμνούσι, τήν θείαν μνήμην σου.

Θεοτοκίον.
Ἔχουσα, Παρθένε, πολλήν παρρησίαν πρός τόν Υἱόν σου, δυσώπει δωρήσασθαι, ταῖς Ἐκκλησίαις εἰρήνην τέ καί ὁμόνοιαν.

Εἴτα
Ἄξιον ἔστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί θυμιά ὁ Ἱερεύς τό Θυσιαστήριον καί τόν λαόν, ἤ τόν οἶκον, ὅπου ψάλλεται ἡ Παράκλησις, καί ἠμεῖς ψάλλομεν τά παρόντα.
Μεγαλυνάρια. Ἦχος πλ. β΄
.
Δέησιν προσάγαγε τῷ Θεῶ, Εἰρήνη θεοφρον, παρασχεῖν τοῖς ἁμαρτωλοῖς, ἄφεσιν πταισμάτων καί δεινῶν σωτηρίαν, τοῖς πίστει θερμοτάτη σοί καταφεύγουσι.
Διηνεκῆ εἰρήνην παρασχου νῦν, πρός τόν εἰρηνάρχην θερμοτάταις σου ταῖς λιταῖς, Εἰρήνη, εἰρήνης τῆς ἀληθοῦς καί θείας, ἐπώνυμε καί μάρτυς τοῦ Παντοκράτορος.
Τή εἰρηνωνύμω κλήσει σεμνή, κατακολουθοῦσα, εὐηγγέλισαι μυστικῶς, ἄθλοις σῶν θαυμάτων, ψυχαῖς πολεμουμέναις, σωτήριον εἰρήνην, Εἰρήνη ἔνδοξε.
Πᾶσαι τῶν ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. χριστιανος.gr
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς• Ὅτι Σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.

Καί τό Ἀπολυτίκιον. Ἦχος δ΄
Εἰρήνης τόν ἄρχοντα, ἰχνηλατοῦσα σεμνή, εἰρήνης ἐπώνυμος, δί’ ἐπιπνοίας Θεοῦ, ἐδείχθης πανεύφημε, σύ γάρ τοῦ πολεμίου, τάς ἐνέδρας φυγοῦσα,
ἤθλησας ὑπέρ φύσιν, ὡς παρθένος φρόνιμη, διό μεγαλομάρτυς Εἰρήνη, εἰρήνην ἠμίν αἴτησαι. χριστιανος.gr

Ὁ Ἱερεύς μνημονεύει.
Ἐν τή ἀπολύσει ψάλλομεν τό παρόν.
Ἦχος β΄ .Ὄτε ἐκ τοῦ ξύλου σέ νεκρόν.

Δεῦτε φιλοπάρθενοι πιστῶς, δεῦτε ἐν ὠδαῖς ἀσιγήτοις δοξολογήσωμεν, τήν παρθενομάρτυρα, Εἰρήνην τήν εὐκλεῆ, πρός αὐτήν ἀνακράζοντες,
ρύσαι ταῖς λιταίς σου, Εἰρήνη εἰρηνώνυμε, τούς σοί προστρέχοντας, πάσης προσβολῆς τοῦ βελίαρ, καί τόν εἰρηνάρχην δυσώπει, δοῦναι τήν εἰρήνην τοῖς ὑμνούσι σέ.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Πηγή: Χριστιανός