Κυριακή, 28 Μαΐου 2017

Εγκώμια και Χαιρετισμοί Αγίου Ιωάννου Ρώσσου


ΕΓΚΩΜΙΑ

(Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης)

ΣΤΑΣΙΣ Α. Ήχος πλ. α . Η ζωή εν τάφω.
Ακροστιχίς: Χαίροις Ρώσσων το καύχημα.

Χαρισμάτων θείων, ως υπάρχων κρουνούς, θείαν χάριν ουρανόθεν παράσχου μοι, Ιωάννη Ρώσσων πάντιμε βλαστέ.
Αριστεύσας μάκαρ, εν αγώσι καλοίς, Ιωάννη αριστεύειν αξίωσον, και ημάς εν θείοις σκάμμασιν αεί.
Ιλαρά καρδία, τω Δεσπότη Χριστώ, Ιωάννη εφεπόμενος είληφας, θείου Πνεύματος αφθάρτους δωρεάς.
Ρώσσων έθνος άπαν, εγκαυχάται εν σοι, εκ γαρ τούτων ως αστήρ ανατέταλκας, Ιωάννη καταυγάζων πάσαν γην.
Ουρανών δυνάμεις, και χορείαι βροτών, πολιτείαν σου την θείαν γεραίρουσιν, Ιωάννη Εκκλησίας θησαυρέ.
Ισταμένω οίκω, Ιωάννη Θεού, της ψυχής σου την λαμπάδα ετήρησας, ανημμένην εν ελαίω αρετών.
Στρατευθείς παμμάκαρ, επιγείω στρατώ, εκ Ρωσσίας ως αιχμάλωτος έφθασας, εν Ασία Ιωάννη τη Μικρά.
Ρήσεσιν ενθέοις, Ιωάννην Χριστόν, ωμολόγεις του αυθέντου σου έμπροσθεν, τον κρατούντα πασν κτίσιν τη χειρί.
Ωραΐσας Πάτερ, σην ψυχήν αρεταίς, Ιωάννη Εκκλησίαν εφαίδρυνας, ταις αφθάρτοις και τιμίαις καλλοναίς.
Σφραγισθείς τω τύπω, του Τιμίου Σταυρού, Ιωάννη τον πολέμιον ήσχυνας, ως στρουθίον υποτάξας σοις ποσίν.
Ως ναόν τον σταύλον, ενεποίεις Θεού, και εν τούτω Ιωάννη ανέμελπες, την χρηστότητα Αυτού διηνεκώς.
Νυσταγμόν βλεφάροις, ουκ εδίδως τοις σοις, έως ου τον Παντεπόπτην ιλέωσας, Ιωάννη Ον επόθεις εκ παιδός.
Τας πικρίας πάσας, διελθών εν χαρά, ευφροσύνης της αρρήτου ηξίωσαι, Ιωάννη συν Οσίων τοις χοροίς.
Όλβον ελογίζου, πάσαν χλεύην σκληράν, διο πλούτον τον πολύτιμον εύρηκας, Ιωάννη εν ταμείοις τ’ ουρανού.
Κρίμασιν οις οίδεν, Ιωάννη Χριστός, της δουλείας τον ζυγόν καθυπέμεινας, ελευθέραν δε εκέκτησο ψυχήν.
Άνωθεν το όμμα, ανατείνων Θεώ, Ιωάννη τοις Αγγέλοις συνόμιλος, συ εγένου και εδόξαζες Αυτόν.
Υετώ των θείων, και σεπτών σου ευχών, καταρδεύεις Ιωάννη πανεύφημε, τας καρδίας των τιμώντων σε πιστώς.
Χείρας εκπετάσας, Ιωάννη Θεώ, του ελέους δωρεάς εναπείληφας, διανέμεις όθεν ταύτας τοις πιστοίς.
Η φαιδρά σου μνήμη, συγκαλεί των πιστών, τας χορείας Ιωάννη αοίδιμε, ανυμνείν τον σε δοξάσαντα Αυτόν.

Δόξα. Τριαδικόν.

Μίαν προσκυνούμεν, εν προσώποις τρισί, την Θεότητα: Πατέρα τον Άναρχον, συν Υιώ τε Πνεύμα Άγιον πιστώς.

Και νυν. Θεοτοκίον.

Απειράνδρως μόνη, τον Θεόν εν σαρκί, απεκύησας Μαρία Πανάχραντε, και εβάστασας χερσί σου Μητρικαίς.

ΣΤΑΣΙΣ Β. Ακροστιχίς: Της Ελλάδος πλούτε αδιάφθορε.

Τάξεις λειτουργών, Ασωμάτων καθορώσαι Πάτερ, τρόπαια τα σα εν θάμβει εξέστησαν, Ιωάννη α επέγραψας εν γη.
Ήλιον Χριστόν, τον ανέσπερον πάσι μηνύεις, σου τοις θαυμαστοίς και θείοις πυρσεύμασιν, Ιωάννη της Ρωσσίας ο φωστήρ.
Σε ομολογώ, τον οικτίρμονα Θεόν των όλων, και των δυσμενών αρνούμαι το άθεον, Ιωάννη ανεβόας ευθαρσώς.
Έδωκας ημίν, ταπεινώσεως τελείας τύπον, ότι θαυμαστώς τας θλίψεις υπέμεινας, Ιωάννη δυναμούντός σε Χριστού.
Λάμπεις τηλαυγώς, των θαυμάτων σου φαιδραίς ακτίσι, και των πειρασμών σκεδάζεις σκοτόμαιναν, Ιωάννη υπηρέτα του Φωτός.
Λύμην του εχθρού, απεβάλου καρτεροίς σου πόνοις, και τας εντολάς Κυρίου σου έστερξας, Ιωάννη οία δούλος αγαθός.
Αύρα ως λεπτή, εκ σορού σου της αγίας πνέει, Πάτερ η οσμή χαρίτων του Πνεύματος, Ιωάννη κατατέρπουσα ημάς.
Δάκρυσι την γην, καταρδεύσας Ιωάννη θείοις, ήνεγκας καρπόν πολύχουν και πάντιμον, της στερράς ομολογίας του Χριστού.
Όπλον ιερόν, την νηστείαν κεκτημένος Πάτερ, θέλημα σαρκός τελείως ενέκρωσας, Ιωάννη και εζώωσας ψυχήν.
Σκίρτα ιερώς, και αγάλλου της Ευβοίας γαία, ότι θησαυρόν ατίμητον έσχηκας, Ιωάννου θαυματόβρυτον σορόν.
Πέτρα της ζωής, Ιωάννη ως ερείσας πόδας, λύπαις και ποιναίς ασάλευτος έμεινας, των πιστών επιστηρίζεις δε ψυχάς.
Λάρνακα την σην, κατασπάζομαι ω Ιωάννη, θείου γλυκασμού εκβλύζουσαν νάματα, και μηνύουσαν την μόνην χαρμονήν.
Όμμασι ψυχής, το αμήχανον εώρας κάλλος, όθεν ηδονάς προσκαίρους εμίσησας, Ιωάννη του Κυρίου εραστά.
Ύδωρ της ζωής, Ιωάννη το καινόν τε πόμα, χείλεσιν αγνοίς αξίως εξέπιες, και κατέσβεσας την δίψαν σης ψυχής.
Τέτρωται εχθρός, Ιωάννη ταις πληγαίς σαρκός σου, και σης προσευχής ροπή τα νοσήματα, θεραπεύεις των σωμάτων και ψυχών.
Έστειλας τροφήν, τω αυθέντη σου μακράν εστώτι, την προς τον Θεόν πολλήν παρρησίαν σου, Ιωάννη προδηλούσαν εμφανώς.
Άνακτα Χριστόν, τον συντρίψαντα θανάτου κράτος, πάσί τε βροτοίς ζωήν δωρησάμενον, Ιωάννη διαγγέλεις τοις λαοίς.
Δράκοντα δεινόν, εναπέκτεινας ω Ιωάννη, τον εκ της Εδέμ Αδαμ εξωρίσαντα, ζωηφόρους δε κατώκησας αυλάς.
Ίππων εν σμικρώ, σκοτεινώ τε κατοικήσας σταύλω, τούτον ως φωτός εποίησας θάλαμον, Ιωάννη σαις απαύστοις προσευχαίς.
Άχραντα Θεού, και αμώμητα ζητήσας Δώρα, μήλω εν μικρώ μετέσχες προ τέλους σου, Ιωάννη ιερέως ταις χερσίν.
Φόβον τον αγνόν, εν γαστρί σου συλλαβών καρδίας, έτεκες Θεού το φίλτρον το άγιον, Ιωάννη ως υιός αγαπητός.
Θάρσει ιερώ, ωμολόγεις τω Θεώ των όλων, Ον και νυν ημίν ευίλατον ποίησον, Ιωάννη παρρησία σου πολλή.
Όλη σου ψυχή, Ιωάννη τον Θεόν ποθήσας, έλαβες καλώς μυρίων απόλαυσιν, καθορών Αυτού το φως το τριλαμπές.

Δόξα. Τριαδικόν.

Ρήματι τω Σω, εκ μη όντων συνεστήσω πάντα, Άναρχε Τριας Πατήρ ο αγέννητος, ο Υιός τε και το Πνεύμα το ευθές.

Και νυν. Θεοτοκίον.

Έτεκες σαρκί, απειράνδρως τον Θεόν Μαρία, γάλακτι τω Σω Αγνή δε εξέθρεψας, τον τω μάννα διαθρέψαντα λαόν.

ΣΤΑΣΙΣ Γ. Ήχος γ’ . Αι γενεαί πάσαι.

Ακροστιχίς: Ιωάννη νέε Ομολογητά. Ισιδώρας.
Ίλαθι Οικτίρμον, πρεσβείαις Ιωάννου, του Ομολογητού Σου.
Ώραν Ιωάννη, νεότητος παρείδες, Θεώ ακολουθήσας.
Άνακτι των όλων, πειθήσας Ιωάννη, τερπνά της γης ηρνήσω.
Ναίων Ιωάννη, εν τω ναώ Κυρίου, την χάριν εκομίζου.
Νεύσει ολοτρόπω, τας εντολάς τας θείας, ετήρεις Ιωάννη.
Ήλιος καθάπερ, εκλάμπεις Ιωάννη, φωτώνυμε εργάτα.
Νύκταν και ημέραν, Θεόν εδοξολόγεις, παμμάκαρ Ιωάννη.
Έσχες Ιωάννη, ψυχή σου εν αγία, αγνόν Κυρίου φόβον.
Έλεγες ευτόλμως, Θεόν τον εν Τριάδι, πιστεύων Ιωάννη.
Όμμασι καρδίας, Σταυρόν Χριστού το θείον, εώρας Ιωάννη.
Μέλεσι σαρκός σου, εδέχθης Ιωάννη, παντοδαπάς κακώσεις.
Όψις σου η θεία, σιδήρω πυρωθέντι, εστέφθη Ιωάννη.
Λύμην της κακίας, απώσω Ιωάννη, αγαθωσύνης τρόποις.
Όλβιον νυν σκήνος, του Ρώσσου Ιωάννου, ασπάζομαι εκ πόθου.
Γη η της Ευβοίας, τη λάρνακί σου μάκαρ, καυχάται Ιωάννη.
Ήρας αφθαρσίας, το στέφος Ιωάννη, χειρός εκ ζωηφόρου.
Τρόπαιά σου θεία, απαύστως μεγαλύνω, θεόφρον Ιωάννη.
Άγγελος καθάπερ, σαρκί επολιτεύσω, εν γη ω Ιωάννη.
Ίδον Ιωάννη, φωτός πυρίνην στήλην, τω τάφω σου τω θείω.
Σαρξ η άφθορός σου, φλεχθείσα ουκ εκάη, χαρίες Ιωάννη.
Ίαμα και χάριν, εκβλύζεις Ιωάννη, ποτάμιον ως ρείθρον.
Δέχου Ελεήμον, αεί Σε δυσωπούντα, τον Ρώσον Ιωάννην.
Ως χρυσόν πλουτούμεν, σορόν σου Ιωάννη, και ευωδίας κρήνην.
Ράνον Ιωάννη, των σων ευχών τω όμβρω, την χάριν σοις ικέταις.
Δόξα. Τριαδικόν.
Άναρχον Πατέρα, συνάναρχον Υιόν τε, και Πνεύμα σέβω θείον.
Και νυν. Θεοτοκίον.
Σύσκιόν Σε όρος, δασύ τε Θεοτόκε, προφήτης Σε εκάλει.

ΕΥΛΟΓΗΤΑΡΙΑ. Ήχος πλ. α’ .

Ευλογητός ει Κύριε, δίδαξόν με, τον Όσιόν Σου μέλψαι.

Την αγίαν σου μνήμην, μετά δέους τιμώσιν, Ιωάννη παμμάκαρ, αιτών Ρώσσων πατριαί, και Ελλήνων το γένος, τρόπαια λαμπρά των σεπτών αγώνων σου, μετά δέους άμα εγκωμιάζοντες.

Ευλογητός ει Κύριε, δίδαξόν με, τον Όσιόν Σου μέλψαι.

Ως αιχμάλωτος ήχθης, αδουλώτω ψυχή σου, ιερέ Ιωάννη, εκ Ρωσσίας της κλεινής, εις την γην της Ασίας, ήνπερ θαυμαστώς δαδουχίαις άθλων σου, ως λαμπάς Κυρίου εφωταγώγησας.

Ευλογητός ει Κύριε, δίδαξόν με, τον Όσιόν Σου μέλψαι.

Εν τω στάβλω διήλθες, υπομένων τας θλίψεις, καρτερώς Ιωάννη, τας νηστείας τας μακράς, προσευχάς τας αγρύπνους, ύβρεις τε πικράς και σαρκός σου κάκωσιν, την ψυχήν σου θείως όθεν ελάμπρυνας.

Ευλογητός ει Κύριε, δόξη στέψας τον Ομολογητήν Σου.

Της αφθόρου σαρκός σου, το πανίερον σκήνος, ευλαβώς Ιωάννη, προσκυνούμέν οι πιστοί, εξ αυτής απαντλούντες, ρώσιν των ψυχών και σωμάτων ίασιν, ως θαυμάτων κρήνη η αδαπάνητος.

Ευλογητός ει Κύριε, μεγαλύνας τον Ομολογητήν Σου.

Μεγαλόνησος χαίρει, επί σοι και καυχάται, της Ευβοίας αξίως, ωσεί πλούτος γαρ, αυτή Ιωάννη εδόθης, πάντας ευλογών τους εις σε προστρέχοντας, θησαυρίζων χάριν την πολυχεύμονα.

Δόξα. Τριαδικόν.

Συν Πατρί προσκυνούμεν, τον Υιόν και το Πνεύμα, ομοδύναμον κράτος, την Τριάδα την απλήν, και αμέριστον φύσιν, συν ταις στρατιαίς των Αγγέλων ψάλλοντες, ομοφώνως πάντες ύμνον Τρισάγιον.

Και νυν. Θεοτοκίον.

Παρθενίας Σου κλείθρα, ασφαλή επαφήκε, ο Δεσπότης των όλων, εν τη μήτρα Σου Αγνή, κατοικήσας αφράστως, και σωματωθείς υπέρ νουν και έννοιαν, Θεοτόκον μόνην σε απειργάσατο.

Αλληλούϊα, Αλληλούϊα, Αλληλούϊα, δόξα Σοι ο Θεός (γ ).

ΕΓΚΩΜΙΑ ΕΤΕΡΑ. Ήχος γ . Ακατάληπτόν εστι.

Ακροστιχίς: Σκήνός σου το άφθαρτον σέβω Ιωάννη. Ισιδώρας.
Σελασφόροις σου ευχαίς, θείε Ομολογητά, Ιωάννη το βαθύ, σκότος λύσόν μου ψυχής.
Κράτυνόν μου την φωνήν, Ιωάννη του υμνείν, αριστείας σου πολλάς, θείε Ομολογητα.
Ηδυνθείς ταις καλλοναίς, του Δεσπότου σου Χριστού, Ιωάννη τας εν γη, εβδελύξω καλλονάς.
Νέος ώφθης ως αστήρ, εκ Ρωσσίας της κλεινής, Ασιάτιδα δε γην, Ιωάννη φρυκτωρείς.
Ουδαμώς την του Θεού, καταλείπω στρατειάν, τοις αθέοις ευθαρσώς, Ιωάννη εκβοάς.
Σάλου ρύου με παθών, ασαλεύτοις σου ευχαίς, Ιωάννη τω Χριστώ, ο ερείσας πόδας σους.
Σάκκον Πάτερ και σποδόν, ενεδύσω επί γης, λαμπροτάτην ουν στολήν, Ιωάννη εύρες νυν.
Όπλον έσχες ισχυρόν, Ιωάννη την ευχήν, δάκρυα υπομονήν, και ταπείνωσιν πολλήν.
Ύβρεις και μυκτηρισμόν, έπιες περιχαρώς, Ιωάννη του Χριστού, πάθος θείον ενορών.
Των αλόγων σκοτεινόν, έχων στάβλον ως στρωμνήν, Ιωάννη του Ιώβ, εμιμήσω ανδρικώς.
Όρους θέμενον ζωής, Ιωάννη και καιρούς, εν τω βίω σου παντί, ενστερνήσω αληθώς.
Άλλος Λάζαρος πτωχός, έζης εν υπομονή, ευχαρίστω τε ψυχή, Ιωάννη θαυμαστέ.
Φύλαξ θείων εντολών, και εργάτης ων πιστός, Ιωάννη δυσωπείς, Νομοδότην εκτενώς.
Θέλημα το της σαρκός, Ιωάννη παντελώς, ως νεκρώσας την ζωήν, εύρες την αληθινήν.
Άρτον τον ζωοποιόν, αγαπήσας τον Χριστόν, ειστιάθης την ψυχήν, Ιωάννη εσαεί.
Ρώσσων γένος σε τιμά, και Ελλάς εν σοι σκιρτά, ως πλουτούσα θησαυρόν, Ιωάννη σην σορόν.
Των Οσίων στρατιαί, Ομολογητών χοροί, επαγάλλονται εν σοι, Ιωάννη ιερέ.
Όμβροις θείων σου ευχων, καταρδεύεις μυστικώς, Ιωάννη τας ψυχάς, των φωνούντων σε πιστώς.
Νουνεχώς εμμελετών, Ιωάννη τας γραφάς, ώφθης γνώσεως κρατήρ, της σοφίας τε πηγή.
Σκήνός σου το ιερόν, Ιωάννη προσκυνώ, τον Δεσπότην σου υμνών, τον αλλότριον φθοράς.
Εν ναώ σου ιερώ, ως εν άλλη Σιλωάμ, ρώσις βλύζει των παθών, Ιωάννη δαψιλώς.
Βαπτιστού την ιεράν, κλήσιν μάκαρ ως πλουτών, Ιωάννη την οδόν, μετανοίας μαρτυρείς.
Ως θησαύρισμα σεπτόν, χάριτός τε κιβωτός, λάρναξ δέδοται η ση, Ιωάννη της πιστοίς.
Ίθυνόν με προς ζωής, Ιωάννη τας οδούς, ο θανάτου της σαρκός, αρνησάμενος φθοράν.
Ώφθης βέλος κατ’ εχθρού, θείε Ομολογητά, Ιωάννη τη πολλή, άκρα τε υπομονή.
Ασκηθείς εν δουλικώ, Ιωάννη τω ζυγώ, ελευθέρα σου φωνή, καθωμίλεις τω Θεώ.
Νίκης στέφος το λαμπρόν, ση ετέθη κορυφή, αντί πόνων σου μακρών, Ιωάννη Αθλητά.
Νεύσον Πάτερ συμπαθώς, παρακλήσεσιν ημών, Ιωάννη ο Χριστώ, ανανεύων ακλινώς.
Ήλιον τον μυστικόν, καταγγέλεις τοις λαοίς, Ιωάννη του φωτός, ως ακτίς θεολαμπής.
Ιλαρά σου τη ψυχή, Ιωάννη εντολάς, εξετέλεις του Χριστού, οία δούλος αγαθός.
Στίγματα εν τη σαρκί, μαρτυρίου του σεπτού, επεβάστασας καλώς, Ιωάννη ιερέ.
Ίλαθι τοις στεναγμοίς, Ιωάννη των πιστών, ο βοήσας τω Θεώ, αλαλήτοις στεναγμοίς.
Δίψαν παύσον των ψυχών, ομβροτόκοις σου ευχαίς, Ιωάννη ως πιών, τον χειμάρρουν της τρυφής.
Ωραιότητος πηγή, ως εγγίσας τω Χριστώ, Ιωάννη καλλονής, ώφθης τύπος θεϊκής.
Ρώμην δίδου τοις πιστοίς, τον εχθρον καταπατείν, Ιωάννη ο εχθρώ, ρωμαλέως συμπλακείς.

Δόξα. Τριαδικόν.

Αγεννήτου εκ Πατρός, γεννηθέντα τον Υιόν, δια Πνεύματος ημίν, Ιωάννη μαρτυρείς.

Και νυν. Θεοτοκίον.

Σαρκοφόρος ο Θεός, καθωράθη Μαριάμ, εν γαστρί Σου της αγνής, εθεώθη τε Αδάμ.

ΧΑΙΡΕΤΙΣΜΟΙ

(Ισιδώρας Μοναχής Αγιεροθεϊτίσσης)
Κοντάκιον. Ήχος πλ. δ . Τη Υπερμάχω.

Ομολογίας της αρίστης τον ακραίμονα, της ταπεινώσεως της θείας το υπόδειγμα, εκουσίως καρτερήσαντα τας πικρίας, της σαρκός εν αφθαρσία διαλάμποντα, Ιωάννην μεγαλώνυμον τιμήσωμεν, αναμέλποντες:
χαίροις Ρώσσων το καύχημα.
Άϋλον πολιτείαν υλική εν σαρκί σου, διήξας επί γης Ιωάννη (εκ γ )• και Αγγέλων Ασωμάτων τάξεις μιμησάμενος, Θεόν τον πλαστουργήσαντά σε κατεδόξασας, εν έργοις θαυμαστοίς και θείοις, όθεν ακούεις παρ’ ημών των θαυμαζόντων σε τοιαύτα:
Χαίροις, της ευσεβείας η εικών η τιμία•
χαίροις, πίστεως αγίας η πλουσία θημωνία.
Χαίροις, των αγωνισμάτων των ενθέων αριστεύς•
χαίροις, των υπουργημάτων των υψίστων προνομεύς.
Χαίροις, των Οσίων πάντων η καλλίστη ακρότης•
χαίροις, των ομολογούντων σεβασμία λαμπρότης.
Χαίροις, ο της Εκκλησίας τιμαλφέστατος όλβος•
χαίροις, της κλεινής Ρωσσίας, ευκλεέστατος γόνος.
Χαίροις, φωταυγείας θείας, τηλαυγέστατος πυρσός•
χαίροις, των απαυγασμάτων των αγίων ο φανός.
Χαίροις, κρήνη δωρημάτων, των αφθάρτων και σεπτών•
χαίροις, αφθαρσίας δώρον, και θειότατος κανών.
Χαίροις, Ρώσσων το καύχημα.
Βάρβαροι συμπλακέντες τω σω έθνει εν μάχαις, αιχμάλωτόν σε είλον παμμάκαρ, εν Ασία όθεν ευρεθείς, και δεινώ αυθέντη πωληθείς, αυτώ ολοσχερώς εδούλευσας εν αγογγύστω καρτερία Πάτερ. Και τούτω μεν υπήκουες ως δούλος ταπεινός, Ιωάννη, Θεώ δε τω κυβερνήτη του παντός ανέμελπες τον ύμνον, ψάλλων ασιγήτως•

Αλληλούϊα.

Γνώμη σου εκουσία, τον Χριστόν εμιμήσω, το Πάθος υπομείναντα θείον, όθεν ύβρεις πάσας Ιωάννη καθυπέμεινας, εν ιλαρά και αδιστάκτω σου καρδία. Και χλεύην και πικρίαν πάσαν, ωσεί πόμα το ηδύ εξέπιες, διο ευφραίνεις νυν τους εκβοώντάς σοι τοιαύτα•
Χαίροις, του Θεού των όλων, οικονόμος αληθής•
χαίροις, απηνούς αυθέντου, υπηρέτης ευπειθής.
Χαίροις, ο καθυπομείνας, ανυποίστους κακώσεις•
χαίροις, ο καταπλουτήσας, ουρανίους αντιδόσεις.
Χαίροις, τον ζυγόν δουλείας υπομείνας της πικράς•
χαίροις, τον ζυγόν Κυρίου, ο βαστάξας εν χαρά.
Χαίροις, έσοπτρον το θείον, αυγασμάτων μυστικών•
χαίροις, το σεπτόν δοχείον, θεοσδότων δωρεών.
Χαίροις, της μυσταγωγίας της αρρήτου ο αλείπτης•
χαίροις, ο της Εκκλησίας, διαλάμπων μαργαρίτης.
Χαίροις, λύχνος ο αυγάζων, τας καρδίας των πιστών•
χαίροις, ήλιον μηνύων, τον ανέσπερον Χριστόν.
Χαίροις, Ρώσσων το καύχημα.
Δείπνον ως ετελείτο του Κυρίου σου χάριν, εν τούτου τη πλουσία οικία, ετέλεσας παμμέγιστον θαύμα, ευχή διαπρυσίω σου Πάτερ. Και γαρ μακράν απέστειλας αυτώ τροφήν, εν πίνακι αυτού ιδίω Ιωάννη, ευφράνας τούτον τω θερμώ εδέσματι. Θεόν δε τον εν υψίστοις κατοικούντα ηύφρανας, ζεούση εν καρδία ψάλλων την ωδήν•

Αλληλούϊα.

Έχων εν τη καρδία τη αγία σου Πάτερ, Κυρίου τον αγνότατον φόβον, Δαβίδ καθώς φησίν ο προφήτης, επλούτησας αγάπην τελείαν. Και τη πηγή αγάπης, τω Θεώ εγγίζων τελειότερον, αυτού τον νόμον εμελέτας νουνεχώς, ω Ιωάννη πάντιμε, το όνομα Αυτού επικαλούμενος απαύστως εν καρδίας χείλεσιν. Διο ακούεις παρ’ ημών των επικαλουμένων σε, εν ακορέστω τη στοργή, αδιακόπως ταύτα•
Χαίροις, του Θεού των όλων, ο πιστότατος λάτρης•
χαίροις, του Δεσπότου πάντων, ο αναίμακτος Μάρτυς.
Χαίροις, του Ιώβ πλουτήσας, την πολλήν μακροθυμίαν•
χαίροις, ο ατρόμως δώσας, την καλλίστην μαρτυρίαν.
Χαίροις, θλίψεων την τρίβον, ο βαδίσας ακλινώς•
χαίροις, της ψυχής αυχένα, υποκλίνας τω Χριστώ.
Χαίροις, των χαρίτων σκεύος, πλήρες θείας ευωδίας•
χαίροις, των θαυμάτων ρείθρον, και ευώδης κληρουχία.
Χαίροις, Ρώσσων θυμηδία, και κατάκαρπος βλαστός•
χαίροις, των Ελλήνων πλούτος, άφθορός τε θησαυρός.
Χαίροις, του χορού Αγγέλου, σύναυλος ο ιερός•
χαίροις, μυστικής Τραπέζης, άριστος συνδαιτυμών.
Χαίροις, Ρώσσων το καύχημα.
Ζέοντι Ιωάννη, ακροτάτω τε πόθω, Χριστώ κατηκολούθεις προθύμως. Και Αυτού το όνομα το άγιον και πανσθενές, ουκ εξηρνήσω ουδαμώς μακάριε, ποιναίς υποβληθείς ποικίλαις, αλλ’ ως αδάμας έστης εν ταις θλίψεσι, Χριστού την Εκκλησίαν ωραΐζων ταις μαρμαρυγαίς της ακραιφνούς ομολογίας σου, ην έδωκας αθέων δυναστών ενώπιον, φωνή διαπρυσίω Πάτερ, Θεώ δε ασιγήτως ομιλών, ωδήν εφώνεις την τρισάγιον, ψάλλων ευχαρίστως•

Αλληλούϊα.

Ήχθης εκ της Ρωσσίας, ως αιχμάλωτος Πάτερ, εν γη τη ιερά της Ασίας. Και ταύτην τοις οσίοις πόνοις σου εκαλλιέγρησας, πολύχουν τον καρπόν της πίστεως προσάξας Θεώ τω γεωργήσαντί σε. Εν ελευθέρα δε ψυχή, Αυτώ δουλεύων Ιωάννη Όσιε, αδούλωτον ετήρησας το φρόνημα, Αυτόν επευλογών αξίως. Διόπερ και ημείς οι ευλογούντές σε, φρονήματι ενθέω καρδία τε ειλικρινεί, βοώμέν σοι ανεμποδίστω τη φωνή τοιαύτα•
Χαίροις, ο εν αμπελώνι κοπιάσας μυστικώ•
χαίροις, βότρυν ο τρυγήσας, πόνων σου αθλητικών.
Χαίροις, δάκρυσιν τιμίοις, καταβρέξας σην στρωμνήν•
χαίροις, ευφροσύνης θείας, επομβρίζων χαρμονήν.
Χαίροις, τάλαντον το μέγα, τη χειρί Θεού λαβών•
χαίροις, ο πολυπλασίως επαυξήσας τον μισθόν.
Χαίροις, αύλαξι καρδίας, σπόρον άγιον δεχθείς•
χαίροις, της ομολογίας, καλόν λόγον καρπωθείς.
Χαίροις, αρετών παντοίων, ο ευδαίμων δουλευτής•
χαίροις, του Δεσπότου πάντων, ο εχέφρων μαθητής.
Χαίροις, κλέος Εκκλησίας και καλλίκαρπος βλαστός•
χαίροις, των Οσίων δόξα, των Αγγέλων θαυμασμός.
Χαίροις, Ρώσσων το καύχημα.
Θέλημα του Κυρίου εκουσίως εκτελών, διηκόνησας προθύμως Ιωάννη ιερέ, ταπεινώ φρονήματί σου εκτελών τας εντολάς, όθεν χαίρων κατεδέξω της δουλείας τον ζυγόν,
δι’ αγάπην την Εκείνου, ην εξέχεε ημίν, δούλου την μορφήν λαβόντος αγαθότητος πολλή, ολοπόθω δε καρδία, χαρμοσύνω τη φωνή, ύμνον Τούτω προσεφώνεις και ωδήν χρεωστικήν•

Αλληλούϊα.

Ίππων σκοτεινώ εν σταύλω διαμένων καρτερώς, φως Χριστού τη ση καρδία εθεώρεις μυστικώς, και τον Φωτοδότην ύμνεις Ιωάννη αληθώς, την λαμπάδα της ψυχής σου ανημμένην συντηρών, ταις φωτιστικαίς ακτίσι πανιέρων σου ευχών, ζόφον σκέδασον ψυχής μου της αλόγου δυσωπώ, ίνα λόγον σοι προσάξω φωτοφόρον τε ωδήν, λέγων εκτενώς σοι ταύτα ευχαρίστω τη φωνή•
Χαίροις, τη ομολογία της καλλίστης ο θεράπων•
χαίροις, των καλών αγώνων, ο στερρός και θείος άκμων.
Χαίροις, πίστεως αμώμου, το τερπνότατον δοχείον•
χαίροις, των τερπνών χαρίτων, το αμώμητον ταμείον.
Χαίροις, θησαυρών Αγίων, ο πλουτήσας δωρεάς•
χαίροις, πλούτω τω τιμίω, ο ενδύων τας ψυχάς.
Χαίροις, έαρ το μηνύον, απαθείας μυρισμόν•
χαίροις, φρέαρ το ποτίζων, πνεύματος τον δροσισμόν.
Χαίροις, ράκεσι την σάρκα, θλίβων Πάτερ ταπεινοίς•
χαίροις, την ψυχήν ευφράνας, άσμασιν υψοποιοίς.
Χαίροις, των υπουργήματων των αρίστων κοινωνός•
χαίροις, θείων θελημάτων, υπηρέτης ο πιστός.
Χαίροις, Ρώσσων το καύχημα.
Κράτος το σαθρόν του πλάνου, ως συνέτριψας εχθρού, της καρδίας συντριβή σου Ιωάννη θαυμαστέ, ηνορθώσω πύργον μέγαν της ισχύος του Θεού, εν τω οίκω της ψυχής σου, τον ασάλευτον παντί, ένθα του Θεού εφώνεις μεγαλεία τα τρανά. Τράνωσον καμού τα χείλη, ευπροσδέκτοις σου ευχαίς, ίνα τήν ισχύν του πλάνου διολέσω παντελώς, και προσάδω συν Αγγέλοις τω πανσθενουργώ Θεώ την ωδήν•

Αλληλούϊα.

Λάμπων της ψυχής τω κάλλει, πλέον του φθαρτού χρυσού, Εκκλησίαν ωραΐζεις Ιωάννη του Χριστού, χρυσαυγέσιν αγλαΐαις σων καμάτων ιερών, απαστράπτων ημίν πάσιν κάλλος το Δεσποτικόν. Της ψυχής μου τον χιτώνα τον χρανθέντα ηδοναίς, λάμπρυνον ταις ικεσίαις ευπροσδέκτοις δυσωπώ, ίνα κατά χρέος άδω την θερμήν σου αρωγήν, λέγων σοι πανευφροσύνως, λόγους τούτους εκτενώς•
Χαίροις, ιαμάτων κρήνη, των θαυμάτων ποταμός•
χαίροις, νόσων ανιάτων, ιατρός ο ταχινός.
Χαίροις, τον Θεόν υψώσας, έργοις σου τοις θαυμαστοίς•
χαίροις, τον εχθρόν τροπώσας, αλαλήτοις στεναγμοίς.
Χαίροις, ο καλώς ζηλώσας, καρτερίαν του Ιώβ•
χαίροις, Λάζαρος ως άλλος, εν πενία καρτερών.
Χαίροις, της Εδέμ τον πλούτον, κληρωσάμενος καλώς•
χαίροις, θησαυρόν τον μέγαν, ο ευράμενος σοφώς.
Χαίροις, της φθοράς θανάτου, μη γευσάμενος σαρκί•
χαίροις, αφθαρσίαν χάριν, απολαύσας εν τη γη.
Χαίροις, τω Θεώ προσάγων, ικεσίας εκτενείς•
χαίροις, των πιστών απάντων, αντιλήπτωρ συμπαθής.
Χαίροις, Ρώσσων το καύχημα.
Μέλεσι σαρκός τιμίοις, έφερες ω Αθλητά, της στερράς ομολογίας στίγματα τα ιερά, υποστάς πολλάς κακώσεις, ανενδότω λογισμώ, και ποινάς καθυπομείνας, και τας ύβρεις τας πικράς, της τρυφής χειμάρρουν πίεις, ευφροσύνην τε τρυγάς, αιωνίαν εν τη πόλει Ιωάννη της Εδέμ, ένθα συν χοροίς Οσίων, ομηγύρεσι σεπταίς, των Μαρτύρων τε και δήμοις θείων ομολογητών, τω Θεώ τω εν Τριάδι ψάλλεις ύμνον εκτενώς, και ωδήν εν ευφροσύνη την χαρμόσυνον αεί•

Αλληλούϊα.

Ναίων εν τω θείω οίκω, Γεωργίου του λαμπρού, και ενδόξου τροπαιούχου, εν Ασία τη Μικρά, πανημέροις ικεσίαις, ολονύχτοις τε ευχαίς, εξηυμένιζες Δεσπότην, Ιωάννη, του παντός. Τούτον νυν εξευμενίζου, και ημίν σοις υμνηταίς, παρεχόμενος πταισμάτων άφεσιν και ταις ψυχαίς, την ειρήνην την βαθείαν και παθών απαλλαγήν, όπως ευγνωμόνως πάντες κράζωμέν σοι αληθώς•
Χαίροις, προσευχής ταμείον, εγκρατείας ο κανών•
χαίροις, της αγάπης ρείθρον, ιλαρότητος εικών.
Χαίροις, τάγματα ζηλώσας, ουρανού χερουβικά•
χαίροις, τάξεις ο λαμπρύνας, των Οσίων τας σεπτάς.
Χαίροις, της αγνείας οίκος, καθαρότητος στολή•
χαίροις, πολιτείας θείας, ο ακραίμων μιμητής.
Χαίροις, ο ναώ του θείου, Γεωργίου καρτερών•
χαίροις, συν εκείνω Πάτερ, τον Θεόν εκδυσωπών.
Χαίροις, των Μαρτύρων πάθος, ο δεξάμενος σαρκί•
χαίροις, συν εκείνοις πάσι, τον Θεόν ομολογών.
Χαίροις, του Χριστού διδάσκων, την ταπείνωσιν ημίν•
χαίροις ύψος απαθείας, επεφθάσας της χρηστής.
Χαίροις, Ρώσσων το καύχημα.
Ξένως εν τη γη βιώσας, ωκειώθης τω Χριστώ, τω βουλήσει ξενωθέντι δι’ ημάς τους γηγενείς, ίνα φίλοι καταστώμεν και οικείοι του Θεού, παραβάσεως της πρώην λυτρωθέντες και χαράς, μέτοχοι της αιωνίου ευρεθώμεν εν φωτί. Φωτοφόροις ουν ευχαίς σου, υπηρέτα του φωτός, χάριν ημίν δίδου πάσιν Ιωάννη ιερέ, ίνα σκότους λυτρωθέντες μεγαλώνυμον ωδήν, και ασίγητον τον ύμνον, ψάλλωμεν τω Φωτουργώ, και Δεσπότη των απάντων, μελωδούντες εκτενώς.

Αλληλούϊα.

Όλη διανοία Πάτερ, ηκολούθεις ακλινώς, τω Δεσπότη των απάντων, Ον επόθεις εκ παιδός, και Αυτού τοις στρατιώταις ηριθμήθεις ευπειθώς, νόμους Τούτου δε εγγράψας, εν καρδίας σου πλαξί, και τηρών εν ακριβεία οία δούλος αγαθός, έλαβες την θείαν χάριν, εμπορίας ως μισθόν, και το πρόσωπον εώρας Νομοθέτου ως Μωσής. Τούτω πρέσβευε απαύστως Ιωάννη αγαθέ, και ημάς καταξιώσαι, νόμον άγιον τηρείν, ίνα ευρεθώμεν πάντες εν νυμφώνι τω λαμπρώ, ψάλλομεν νυν δε εκ καρδίας λόγους σοι τους αγαθούς•
Χαίροις, θεαμάτων θείων, άριστος μυσταγωγός•
χαίροις, της λαμπράς Τραπέζης, τίμιος συνδαιτυμών.
Χαιροις, ο φίλος του Δεσπότου, και υιός αγαπητός•
χαίροις, των πιστών προστάτης, και σεπτός νυμφαγωγός.
Χαίροις, ο καταδοξάσας, τον αθάνατον Θεόν•
χαίροις, ο κατασυντρίψας, τον ανίσχυρον εχθρόν.
Χαίροις, την χριστωνυμίαν, αληθεύσας θαυμαστώς•
χαίροις, των θαυμάτων ρείθρον, ιαμάτων ποταμός.
Χαίροις, Ρώσσων η τερπνότης, των Ελλήνων γλυκασμός•
χαίροις, της Ευβοίας φάρος, Εκκλησίας στολισμός.
Χαίροις, των ομολογούντων, η κρηπίς η ιερά•
χαίροις, Αθλητών Κυρίου, η σεμνότης η φαιδρά.
Χαίροις, Ρώσσων το καύχημα.
Πάσας αλγεινών ιδέας υπομείνας εν χαρά, πύργος της ισχύος ώφθης, Ιωάννη κατ’ εχθρών, τροπωσάμενος τας τούτων μηχανάς παντοδαπώς, και το στέφος εκομίσω εκ χειρός παντουργικής, και ημάς ευχαίς σου Πάτερ, καταξίωσον νικάν, τας αυτού μηχανουργίας και εγείραι κραταιά, τρόπαια ενθέου νίκης, και τα γέρα της ζωής, λάβωμεν βοώντες πάντες, την νικοποιόν ωδήν•

Αλληλούϊα.

Ρώσσων γένος εγκαυχάται, μνήμη σου τη ιερά, και σκιρτά και μεγαλύνει, Ιωάννη τον Θεόν, ότι δέδωκέ σου τούτοις, ως πανίερον βλαστόν. Συγχορεύει άμα, δόξη και Ασία η Μικρά, ην ηυλόγησας εν πόνοις και καμάτοις ιεροίς, και συνάμα της Ευβοίας, χαίρει νήσος η κλεινή, η πλουτούσα ωσεί όλβον, σκήνός σου το θαυμαστόν, το φθοράς απηλλαγμένον, και επέκεινα τροπής, συγκαλείται δε Ελλήνων, πάσας πόλεις και λαόν, τον χριστώνυμον βοάν σοι λόγους τούτους ευμενώς•

Χαίροις, ο πιών τας ύβρεις, ώσπερ ύδωρ το γλυκύ•
χαίροις, τα ονείδη φέρων, ως ευφρόσυνον τρυφήν.
Χαίροις, στίγματα βαστάσας, του Κυρίου σου σαρκί•
χαίροις, αφθαρσίας φέρων, την σφραγίδα εν αυτή.
Χαίροις, Άνακτι των πάντων, ο προσάξας σεαυτόν•
χαίροις, ο εστώς τω θρόνω, Τούτου νυν εν ουρανώ.
Χαίροις, ο εν τη δουλεία, ως χρυσός δοκιμασθείς•
χαίροις, του χρυσίου πλέον, διαλάμπων τοις εν γη.
Χαίροις, ο φλογμόν απάτης, κατασβέσας πόνοις σοις•
χαίροις, ο φθοράν σαρκός σου, διασώσας εν φλογί.
Χαίροις, μαθητάς ο σώσας, εκ κινδύνου χαλεπού•
χαίροις, πάντων τας καρδίας, ο πληρώσας θαυμασμού.
Χαίροις, Ρώσσων το καύχημα.
Σκήνωμα το άφθαρτόν σου, προσκυνούντες ευλαβώς, Ιωάννη ευλογούμεν, τον αθάνατον Θεόν, τον λυτρούμενον θανάτου γένος άπαν των βροτών, Τριημέρω τε Εγέρσει, αναστήσαντα ημάς, και φωναίς χαριστηρίοις άδοντες Αυτού πιστώς, την ισχύν των μεγαλείων, θαυμασίων τε πληθύν, εκβοώμεν εκ καρδίας, συν χοροίς Αγγελικοίς, ύμνον τον χαρμόσυνόν τε και ωδήν χερουβικήν•

Αλληλούϊα.

Τέλος το μακάριόν σου, Ιωάννη προϊδών, των Αχράντων Μυστηρίων, επεζήτεις μετασχείν, ίνα της ζωής γενήση της αλήκτου κοινωνός. Ταύτα επεκόμισέ σοι, ενί μήλω ιερεύς, θησαυρόν ως κεκρυμένον απ’ απίστων δυσμενών, Ον λαβών ψυχήν σου Πάτερ, επεδίδως τω Θεώ. Τούτον νυν δοξολογούντες, ως ζωής τον Αρχηγόν, λέγομέν σοι εκ καρδίας, ταύτα πάντες εκτενώς•
Χαίροις, δωρημάτων θείων, το υπέρτιμον σεμνείον•
χαίροις, αρετών τιμίων, το υπερφώτον ταμείον.
Χαίροις, αγαθών μηνύων, την υψίστην ευκληρίαν•
χαίροις, Πνεύματος Αγίου, ο πλουτήσας ευωδίαν.
Χαίροις, των στερρών Μαρτύρων, προσκτησάμενος τον ζήλον•
χαίροις, τούτων εν φρονήσει, μιμησάμενος τον βίον.
Χαίροις, των Οσίων πάντων, αντιγράψας πολιτείαν•
χαίροις, των Αγγελικών ταγμάτων, επεφθάσας υμνωδίαν.
Χαίροις, χρόνοις επί πλείστοις, εν ζοφώδει μείνας σταύλω•
χαίροις, ο αεί σκηνώσας, του φωτός εις τας επαύλεις.
Χαίροις, ο καταγλαΐσας, του Χριστού την Εκκλησίαν•
χαίροις, ο κατακοσμήσας, θείαν νήσον της Ευβοίας.
Χαίροις, Ρώσσων το καύχημα.
Ύλην πάσαν της κακίας, καταφλέξας αληθώς, ήνθησας τη Εκκλησία ως πανεύοσμος λειμών, αρετών τη ευκοσμία κατατέρπων τους πιστούς, όθεν πάντες Ιωάννη, μνήμην σου την ιεράν, καταστέφοντες ενθέως, άνθεσι χρεωστικοίς, ύμνον πλέκομεν αξίως, σε τιμώντες εκ ψυχής, τω Κυρίω δε συμφώνως, τον εν χάρισι πολλαίς, καταστέψαντά σε Πάτερ, μελωδούμέν εν χαρά•

Αλληλούϊα.

Φως ωράθη τω σω τάφω, ωσεί στύλος του πυρός, προμηνύον Ιωάννη τοις παρούσιν εμφανώς, τον ολόφωτόν σου βίον, ον εξήσκησας εν γη, παρρησίαν ην πλουτείς τε, τω Φωτών νυν Πατρί. Χείρας Τούτω μη ελλείπης, του εκτείνειν δυσωπώ, ίνα σκότους λυτρωθέντες, εν φωτί των εντολών, πορευθώμεν οι σοι δούλοι, ανυμνούντες εκτενώς, Φωτοδότην και Σωτήρα, Λυτρωτήν τε Ιησούν, σοι δε λέγομεν απαύστως, εν μια ψυχής φωνή•
Χαίροις, του Φωτός ο λύχνος, ζόφον των παθών σκεδάσας•
χαίροις της ψυχής σου λύχνον, εντολών φωτί ανάψας.
Χαίροις, των πιστών καρδίας, τω σω φέγγει ιλαρύνων•
χαίροις, θείαν Εκκλησίαν, τω σω κάλλει ο φαιδρύνων.
Χαίροις, άνερ θελημάτων, των ενθέων και αγίων•
χαίροις, εραστής ο θείος, εντολών των σεβασμίων.
Χαίροις, ο κατακοσμήσας, το στερέωμα το άνω•
χαίροις, στερεών εν ξύλω, του Σταυρού ψυχάς απάντων.
Χαίροις, η πηγή των θείων, και ζωοποιών ναμάτων•
χαίροις, ρείθρον των απείρων, εξαισίων τε θαυμάτων.
Χαίροις, δένδρον καταγγέλων, παγκαρπίαν παραδείσου•
χαίροις, άνθος το προχέον, ευωδίαν Παρακλήτου.
Χαίροις, Ρώσσων το καύχημα.
Χαίρων τρίβον περαιώσας, της δουλείας της πικράς, εν χερσί Θεού απέθου την αγίαν σου ψυχήν, και χαράν κατεκληρώσω, Ιωάννη αληθή, συν Αγγέλων ταις χορείαις ευφραινόμενος αεί. Πάντες χαίρέ σοι φωνούμεν του Κυρίου Αθλητά, εορτάζοντες εκ πόθου μνήμην σου την φωταυγή, ασπαζόμενοί τε πίστει σκήνός σου το ιερόν. Και κροτήσαντες χορείαν, επί γης χαρμονικήν, άμα τοις επουρανίοις εκβοώμεν την ωδήν, τω Θεώ τω εν υψίστοις μέλποντες αεί Αυτώ•

Αλληλούϊα.

Ψάμμον της θαλάσσης Πάτερ, υπερβαίνει αληθώς, των θαυμάτων η πληθύς σου, ην προχέεις τοις πιστοίς, κατά χρέος προσελθόντες, εν ναώ σου ουν σεπτώ, εξαιτούμεν σην πρεσβείαν Ιωάννη ιερέ, ίνα νόσων λυτρωθέντες και παθών επιφοράς, ανακράξωμεν προθύμως εν καρδία ιλαρά:
Χαίροις, νόσων ο ακέστωρ, των δαιμόνων ελατήρ•
χαίροις, των θαυμάτων βρύσις, ευλογίας ο κρατήρ.
Χαίροις, ως αστήρ ο λάμπων, την Τρισάκτινον αυγήν•
χαίροις, των παθών σκεδάζων, την ψυχόλεθρον αχλύν.
Χαίροις, πλούτον πάσι δίδων, του Δεσπότου ακριβή•
χαίροις, θησαυρόν εκβλύζων, αδιάφθορον πιστοίς.
Χαίροις, ο λιμήν ο θείος, διασώζων τας ψυχάς•
χαίροις, άρχοντι ειρήνης, ο προσοικειών ημας.
Χαίροις, μεγαλεία ξένα, ο τρανώσας αληθώς•
χαίροις, της φθοράς σαρκός σου, ξενωθείς ως θαυμαστώς.
Χαίροις, της Ρωσσίας στύλος, της Ελλάδος θησαυρός•
χαίροις, οικουμένης πάσης, ο ακοίμητος φρουρός.
Χαίροις, Ρώσσων το καύχημα.
Ω πανίερε Πάτερ, των θείων ομολογητών η ακρότης, νεόφωτε αστήρ Ιωάννη (εκ γ)˙ ο των Μαρτύρων πείραν σω τιμίω σώματι δεξάμενος, και των Οσίων τους ιδρώτας, και καμάτους εκουσίως υπελθών, χειρί δε του οικείου σου Δεσπότου, στέφος το ακήρατον δεξάμενος, και αφθαρσίας της αγίας σου σαρκός τετιμημένος, τιμήν ημίν την άφθαρτον εν ουρανοίς, ευχαις σου υψηγόροις πάσι δίδου, ίνα ζωής της αιωνίου εύρωμεν την εύκλειαν, συν πάσι τοις σωζομένοις. Κυρίω δε γηθόμενοι την ωδήν προσάδωμεν, βοώντες συν Ασωμάτοις ακαταπαύστως:

Αλληλούϊα.