ΠΟΙΗΜΑ:
ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΥ
ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ
Ψαλμός ρμβ΄
Κύριε
εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ
σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν
μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι
κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἡκηδίασεν ἐπ’ ἐμὲ τὸ
πνεῦμα μου, ἐν ἐμοὶ ἐταρά-χθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων,
ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων.
Διεπέτασα πρὸς σὲ τὰς χεῖρας μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν
σου ἀπ΄ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν
ποίησόν μοι, τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι,
Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾗρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ
τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ
θέλημά σου,
ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ·
ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις
ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς
ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ
δοῦλος σού εἰμι.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-ματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι είς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-ματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-ματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθα-λμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό-ματι Κυρίου.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς
τετοκυῖα τὸν Θεὸν τῶν ἁπάντων ταῖς μητρικαῖς Σου πρὸς αὐτὸν ἱκεσίαις,
Θεογεννῆτορ Κόρη Ἀειπάρθενε, χάριν ἐπουράνιον, φωτισμὸν καὶ εἰρήνην,
σύνεσιν καὶ φρόνησιν, συμπαθῶς ἀεὶ δίδου, τῇ νεολαίᾳ τῇ πανευλαβῶς, τὴν
σὴν αὐτούσῃ ταχεῖαν ἀντίληψιν.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῶν
εὐλαβῶς μαθητιώντων Παρθένε, τὰς διανοίας καὶ τὸν νοῦ καὶ καρδίαν, πρὸς
τὴν παιδείαν πτέρωσον τὴν κρείττονα, τούτους ἀποτρέπουσα, ἐννοιῶν τῶν
ματαίων, ὡς ἄν μαθητεύσωσι, ἐν σπουδῇ καὶ ἀγάπῃ, καὶ τοῦ Σωτῆρος δοῦλοι ἐκλεκτοί, ἀναφανῶσι, σοφίας τοῖς δόγμασι.
Ψαλμός ν΄.
Ελέησόν
με, ὁ Θεός κατὰ τὸ μέγα ἔλεος σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου
ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ
ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ
ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ
πονηρὸν ἐνώπιόν σου ἐποίησα ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ
νικήσης ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν
ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα
καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ
καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι
ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον
τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου
ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί ὀ Θεός, καὶ πνεῦμα εὐθὲς
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου
καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν
ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω
ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ
αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν
δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου
ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν·
ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ
σου τὴν Σιῶν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.
Ἦχος πλ. δ΄.
Ὠδὴ α΄. Ὑγρὰν διοδεύσας.
«Σὺ εἶ Ἄχραντε μαθητῶν μήτηρ. Γερασίμου»
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Σοφίας
τεκοῦσα τὸν χορηγόν, σοφίας τῷ φέγγει, τὰς καρδίας τῶν μαθητῶν, ὀδήγει
πρὸς κτῆσιν τῶν ἀρίστων, Θεογεννῆτορ Παρθένε Πανάμωμε.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὑψόθεν
ἐπίνευσον συμπαθῶς, ἐπὶ τὰς δεήσεις Θεοτόκε τῶν μαθητῶν, καὶ δίδου
αὐτοῖς πνεῦμα ἀνδρείας, καὶ ταπεινώσεως Κόρη τῆς κρείττονος.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Ἐπίχεε
Κόρη τοῖς μαθηταῖς, τῆς Σῆς βοηθείας, τὸν σωτήριον γλυκασμόν, ὡς ἄν τὸν
ἰὸν τῆς ἁμαρτίας, μετὰ σπουδῆς ἀποκρούωσιν Δέσποινα.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἰσχὺν κατὰ πάσης ἐπιβουλῆς, τῇ μαθητιώσῆ, νεολαίᾳ τοῦ δυσμενοῦς, χορήγει ὡς ἄν τῶν παιδευμάτων, τῶν ἱερῶν Θεοτόκε μεθέξωσι.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἀθυμίας
καὶ λύπης, καὶ πονηρῶν σκέψεων, φύλαττε ἀτρώτους Παρθένε, τῇ ἀντιλήψει
Σου, τῶν μαθητῶν τὸν χορόν, ὠς ἄν καλῶς παιδευθῶσι, καὶ τύποι
γενήσωνται, βίου χρηστότητος.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Χάριν
ἄφθονον δίδου, καὶ φωτισμὸν Ἀχραντε, ζῆλον καὶ πολλὴν προθυμίαν, πρὸς
τὰ μαθήματα, τοῖς μαθητεύουσιν, ἐν τῇ Σχολῇ ταύτῃ Κόρη, βίου καθαρότητι,
τούτους τειχίζουσα.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Ῥαντισμῷ
Θεοτόκε, τῆς σῆς πολλῆς χάριτος, σβέσον τῶν παθῶν δεινὴν φλόγα, ἐκ τῶν
ψυχῶν ἡμῶν· ἰδοὺ γὰρ Δέσποινα, ὡς ταπεινά Σου τεκνία, πίστει
καταφεύγομεν, τῇ προστασίᾳ Σου.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἀκηδίας
τὸ νέφος, τὸ χαλεπὸν σκέδασον, καὶ ἀπιμελῶς μαθητεύειν, ἡμᾶς ἀνίσχυσον,
σπουδῇ τῇ κρείττονι, πρὸς τὰς καλὰς ἐπιδόσεις, τῆς ἐνθέου γνώσεως,
Παρθένε Ἄχραντε.
Διάσωσον, τῶν μαθητῶν τὴν χορείαν Θεοκυῆτορ, ἀπὸ πάσης ἀπιβουλῆς τοῦ ἀλάστορος, τούτοις παρέχουσα σύνεσιν καὶ ἀγάπην.
Ἐπίβλεψον, ἐν εὐμεβείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἀμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς
Μήτηρ Χριστοῦ, καὶ συμπαθείας πέλαγος, Παρθένε Ἁγνή, τῶν μαθητῶν τὸν
ὄμιλον, ὁδήγει τῇ Σῇ χάριτι, πρὸς τὴν κτῆσιν παιδείας τῆς κρείττονος,
διὰ ζωῆς καθαρᾶς καὶ σεμνῆς, ὡς ἄν καταστῶσι πᾶσι χρήσιμοι.
Ὠδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Νοῦν ἐγρήγορον δώρησαι, τῇ μαθητιώσῃ Κόρη νεότητι, καὶ σοφὸν ἐν πᾶσι φρόνημα, τούτους τῶν χειρόνων ἀπαλλάττουσα.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τῇ θερμῇ ἀντιλήψει Σου, ἀκαθάρτου βίου πόρρῳ συντήρησον, Θεοτόκε Ἀειπάρθενε, τὴν μαθητιῶσαν νεολαίαν Σου.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Ἐνταλμάτων τοῦ Κτίσαντος, πληρωτὰς ἐν βίου σεμνοῦ χρηστότητι, μαθητῶν δεῖξον τὸ σύστημα, τῇ Σῇ προστασίᾳ, Μητροπάρθενε.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Μαθητῶν πιστῶν πέλουσα, μήτηρ Θεοτόκε Χριστὸν κυήσασα, μητρικῶς τούτους περίεπε, ἀπὸ τῶν σκανδάλων τοῦ ἀλάστορος.
Ὠδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἄθλησιν ζωῆς, ἐναρέτου ἐνδυνάμωσον, Θεοτόκε τὸν χορὸν τῶν μαθητῶν, διανύειν καὶ τυχεῖν θείας χρηστότητος.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Θεῖον φωτισμόν, ἐπιμέλειαν καὶ σύνεσιν, καὶ ἀγάπην πρὸς τὴν πρόοδον Ἁγνή, μαθηταῖς τοῖς εὐσεβέσιν ἀεὶ πάρεχε.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Ἡ σὴ ἀρωγή, νεολαίαν τὴν θεόφρονα, λυτρωσάσθω ψυχοφθόρων λογισμῶν, ὁδηγούντων Θεοτόκε πρὸς ἀπώλειαν.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τήρησον Ἁγνή, καθαροὺς πάσης σπιλώσεως, καὶ ἐκτόπων συστροφῶν καὶ ἐπαφῶν, τοὺς πιστούς Σου μαθητὰς Θεογεννήτρια.
Ὠδὴ στ΄. Τὴν δέησην ἐκχεῶ.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ὡς
οὖσα, Χριστοῦ φιλεύσπλαγχνος Μήτηρ, μητρικῶς τοὺς μαθητὰς ὡς υἱούς Σου,
σκέπε Ἁγνὴ τῶν βελῶν τοῦ Βελίαρ, καὶ λογισμῶν ἀκαθάρτων ἀπάλλαττε, καὶ
δίδου τούτοις προκοπήν, εὐοδοῦσαι Παρθένε τοῖς κρείττοσι.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ναμάτων,
ζωοποιῶν Θεοτόκε, μαθητῶν τῶν εὐσεβῶν τὰς καρδίας, πλήρου τῇ Σῇ ἀρωγῇ
ἀοράτῶς, ὡς ἄν καρπὸν μαθητείας καὶ πίστεως, πολιτείας ἀκραιφνοῦς, τῷ
Δεσπότη τῶν ὅλων προσάγωσι.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Ματαίων,
ἀπάσχολήσεων Κόρη, ἀνωτέρας τὰς ἐννοίας συντήρει, τῶν εὐσεβῶν καὶ ἐν
φόβῳ, καὶ εὐσεβείᾳ καλῶς άναστρέφεσθαι, δίδου αὐτοῖς διὰ παντός, ἀγαθὸν
λογισμόν τε καὶ δύναμιν.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ἡνίκα,
ἀποχωρήσωμεν Κόρη, μαθημάτων καὶ σοφῶν παιδευμάτων, ἀρετῇ διανύειν τὸν
βίον, καὶ πάσῃ εὐσεβείαᾳ καὶ σεμνότητι, δύναμιν δίδου καὶ ἰσχύν, Θεοτόκε
ἡμῖν τοῖς οἰκέταις Σου.
Διάσωσον, τῶν μαθητῶν τὴν χορείαν Θεοκυῆτορ, ἀπὸ πάσης ἀπιβουλῆς τοῦ ἀλάστορος, τούτοις παρέχουσα σύνεσιν καὶ ἀγάπην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Κοντάκιον. Ἦχος β΄.Τοῖς τῶν αἰμάτων.
Τῇ προστασίᾳ Σου Κόρη προστρέχουσα, ἡ εὐσεβὴς νεολαία κραυγάζει Σοι· Τὸν νοῦ ἡμῶν φώτισον Ἄχραντε, τοῦ συνιέναι τὴν γνῶσιν τὴν κρείττονα, ὡς ἄν τῷ Κυρίῳ δουλεύσωμεν.
Προκείμενον. Ἦχος δ΄.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.(β΄)
Στίχος·
Ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὖς σου,καὶ ἐπιλάθου τοῦ λαοῦ
σου καὶ τοῦ οἴκου τοῦ πατρός σου καὶ ἐπιθυμήσει ὁ βασιλεύς τοῦ κάλλους
σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ε
|
ν
ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριὰμ ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ
σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ
ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν
τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθῃ
Πνεύματος ἁγίου ἡ Έλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν·
Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ
πόθεν μοι τοῦτο ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου προς με; Ἰδοὺ γάρ, ὡς
ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν
ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται
τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει
ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά ἐπὶ τῷ Θεῷ τῷ σωτῆρί μου·
ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν
μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς καὶ
ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ
ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Ἦχος β΄.
Δόξα Πατρὶ καὶ Υἰῷ καὶ ἁγίῳ Πνεύματι.
Πάτερ, Λόγε, Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀιῶνας τῶν αἰώνων. Ἀμήν
Ταῖς τῆς Θεοτόκου πρεβείαις ἐλεήμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἦχος β΄ Ὅλην άποθέμενοι.
Στίχος· Ἐλέησόν με, ὁ Θεός κατὰ τὸ μέγα ἔλεος σου
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Δίδου
ἡμῖν Δέσποινα, τοῖς ταπεινοῖς σου τεκνίοις, φωτισμὸν οὐράνιον, καὶ
φόβον σωτήριον δυσωποῦμεν σε, πειθαρχεῖν πάντοτε, ἐν πολλῇ συνέσει,
διδασκάλων ἐν τοῖς ῥήμασιν, ἴνα κτησώμεθα, γνώσεως ἁπάσης τὸ πλήρωμα,
τῆς θείας καὶ τῆς θύραθεν, τῇ ἐπισκοπῇ Σου Πανύμνητε· Σὺ ρὰρ εἶ
προστάτις, ἡμῶν καὶ ὁδηγὸς καὶ φωτισμός, καὶ τὴν Σὴν χάριν κηρύττομεν,
διὰ Σοῦ σωζόμενοι.
Ὁ ἐκκλησιαστικός ἀρχεται τὸ θυμίαμα.
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Τοῖς
μαθήμασι Κόρη, ἐν σπουδῇ προσανέχειν ἡμᾶς ἐνίσχυσον, καὶ πάσης
ἀποκλκίνειν, ἀπατηλῆς ἐννοίας, εἰρωνείας τε χείρονος, καὶ ἐν ἀγάπῃ
πολλῇ, άνέχεσθαι ἀλλήλων.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἡλιόμορφε
Κόρη, μαθητῶν προστασία τῶν πεποιθότων Σοι, ἐκ πάσης ἐπηρείας, καὶ
φθόνου καὶ κακίας, ἀσινεῖς φύλαττε, διατελεῖν εὐσεβῶς, ἡμῶν τὴν
μαθητείαν.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Ῥημάτων
ἐκ χειλέων, τῶν σοφῶν διδασκάλων πᾶσαν ἀνάπτυξιν, ἐκδέχεσθαι προθύμως,
πρὸς γνῶσιν τῶν κρειττόνων, καταξίωσον Δέσποινα, τὰς διανοίας ἡμῶν, τῶν
πίστει Σε ὑμνούντων.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Γνῶσιν
πᾶσαν πλουτίσαι, ἱρῶν μαθημάτων Παρθένε φώτισον, ἡμῶν τὰς διανοίας, τῶν
αὐλαβῶς φοιτώντων, τῇ Σχολῇ ταύτῃ Ἄχραντε, ἵνα Χριστῳ τῷ Θεῷ
δουλεύσωσιν ἀμέμπτως.
Ὠδὴ η΄. Τὸν Βασιλέα.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἐξ ἀμελείας, διχοστασίας τε πάσης, ἀπολύτρωσαι ἡμᾶς Θεογεννῆτορ, ἐν ἐπιμελείᾳ, διδάσκεσθαι τὰ κρείττω.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ῥύπων κακίας, ψιθυρισμοῦ τε καὶ δόλου, κατακρίσεως καὶ γογγυσμοῦ Παρθένε, τὴν μαθητιῶσαν, φύλαττε νεολαίαν.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Ἄφρονος γνώμης, καὶ πονηρᾶς συνηθείας, ῥύου πάντοτε καὶ ἀγωγῆς έκτρόπου, τὴν μαθητιῶσαν, νεότητα Παρθένε.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Σύνεσιν δίδου, ὡς ἄν χρηστότητα βίου, καὶ σεμνότητα ἐν ἤθεσιν ἀμέμπτοις, οἱ μαθητιῶντες, κτησώμεθα Παρθένε.
Ὠδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Ἰδοὺ ἐν εὐλαβείᾶ, τῇ σῇ προστασίᾳ οἱ μαθηταὶ ὡς τεκνία Σου σπεύδομεν, ἵνα τῆς Σῆς εὐμοιρήσωμεν Κόρη χάριτος.
Ὑπεραγία Θεοτόκε σῶσον ἡμᾶς.
Μαρία Θεοτόκε, Μῆτερ τοῦ Σωτῆρος, τῇ μητρικῇ Σου εὐνοίᾳ προστάτευε, τῶν μαθητῶν ἀνυμνούντων τὰ μεγαλεῖά Σου.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Οὐράνωσον Παρθένε, τῶν μαθητευόντων, τὰς διανοίας τῇ Σῇ ἀγαθότητι, ἐκ γεηρῶν φρονημάτων τούτους ἀπάγουσα.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Ὑφέρποντα δολίως, καθ΄ ἐκάστην Κόρη, τὸν πονηρὸν κατασύντριψον δράκοντα, τὴν νεολαίαν τῆς τούτου μανίας σώζουσα.
καὶ εὐθὺς ὁ χορός συνεχίζει ψάλλων τα Μεγαλυνάρια.
Αξιον
ἐστιν, ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ
παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ
ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον
τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Γοργοϋπηκόου
τὴν θαυμαστὴν καὶ σεπτήν εικόνα προσκυνήσωμεν, ἀδελφοί, θαύματα
τελοῦσαν καὶ βρύουσαν ἰάσεις καὶ ταύτην μετὰ πόθου κατασπασώμεθα.
Χαίροις
τῶν Ἀγγέλων ἡ βασιλίς, καὶ μαθητευόντων, προστασία καὶ ὁδηγός, χαῖρε
Θεοτόκε, ἡ τοῦ Σωτῆρος Μήτηρ, καὶ πάντων τῶν ἀνθρώπων, τὸ καταφύγιον.
Ἴδε
ὡς τεκνία σου συμπαθῶς, μαθητῶν τὸν δῆμον, ἐξαιτούντων πανευλαβῶς,
φωτισμὸν Παρθένε, παρὰ τῆς χάριτός Σου, καὶ δίδου τούτοις Κόρη, χάριν
καὶ ἔλεος.
Νοῦν
τοῦ συνιέναι ὡς ἀληθῶς, τὴν τῶν παιδευμάτων, κεκρυμμένην γνῶσιν Ἁγνή,
τῇ μαθητιώσῃ, παράσχου νεολαίᾳ, ὡς τὴν πηγὴν τεκοῦσα, τῆς ἀγαθότητος.
Ἐν
ἐπιμελείᾳ γνώμῃ θερμῃ, ἡμᾶς μαθητεύειν, καὶ πληροῦσθαι θείου φωτός,
Κεχαριτωμένη, ἀξίωσον Παρθένε, τοὺς σπεύδοντας ἐν πίστει, τῇ ἀντιλήψει
Σου.
Τῆς
σοφίας τέξασα τὴν πηγήν, πάσης άγνωσίας, καὶ ἀγνοίας ψυχοβλαβοῦς, ῥῦσαι
Θεοτόκε, ἡμᾶς τὰ Σὰ τεκνία, ὡς ἄν μαθητευθῶμεν, τὰ ἐπουράνια.
Σκέπε
ἀπὸ πάσης ἐπιβουλῆς, καὶ πικρῶν σκανδάλων, νεολαίαν Σου τὴν πιστήν,
Κεχαριτωμένη, ὑπομονὴν διδοῦσα, αὐτοῖς καὶ θεῖον ζῆλον, πρὸς βίον
ἔνθεον.
το μεγαλυνάριον τοῦ ἁγίου τοῦ Ναοῦ
Πᾶσαι
τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι
πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Ἅγιος ὁ Θεός, Ἅγιος Ίσχυρός, Ἅγιος Ἀθανατος, ἐλέησον ἡμᾶς. (γ΄)
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία
Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα,
συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἑπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας
ἥμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον. Κύριε ἐλέησον. Κύριε ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι.
Καὶ νῦν, καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν
Πάτερ
ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου. Ἐλθέτω ἡ βασιλεία σου.
Γενηθήτω τὸ θέλημα σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν
τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον. Καὶ ἄφες ἡμῖν τὰ ὀφειληματα ἡμῶν, ὡς καὶ
ἡμεῖς ἀφὶεμεν τοῖς ὀφειλέταις ἡμῶν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς
πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξῦλου.
Τέξασα
σοφίας τῆν πηγήν, Κόρη τὸν Χριστὸν ἀπορρήτως, δι’ ἀγαθότητα, συνεσιν
καὶ φρόνησιν, δίδου ἑκάστοτε, τῇ πιστῇ νεολαίᾳ Σου, μαθητευομένῃ, ἐν
πάσῃ σεμνότητι, καὶ ζήλῳ Ἄχραντε, πάσης ἀμελείας καὶ βλάβης, καὶ
ἀναστροφῆς κακοτρόπου, ἡμᾶς ἀπαλλάτουσα δεόμεθα.
Ἦχος πλ.δ΄
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β΄
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Πηγή: Τράπεζα Ιδεών