Σάββατο 13 Φεβρουαρίου 2016

Ευχή διά την απαλλαγήν των αισχρών λογισμών


Δέσποτα Κύριε ὁ Θεός μου, οὐ ἐν χερσὶν οἱ κλῆροί μου, ἀντιλαβοῦ μου κατὰ τὸ ἔλεός σου, καὶ μὴ ἐάσῃς με συναπολέσθαι ταῖς ἀνομίαις μου, μηδὲ τῷ θελήματι ἐπακολούθησαι τῆς ἐπιθυμούσης σαρκός μου κατὰ τοῦ πνεύματος. Πλάσμα σόν εἰμι, μὴ παρίδῃς ἔργον χειρῶν σου, μὴ ἀποστραφῇς, οἴκτειρον, ἀλλὰ μὴ ἐξουδενώσῃς, μηδὲ ὑπερίδῃς με, Κύριε, ὅτι ἀσθενὴς εἰμι, ὅτι πρὸς σὲ κατέφυγον τὸν σκεπαστήν μου Θεόν.Ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι, σῶσον με ἕνεκεν τοῦ ἐλέους σου, ὅτι ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ νεότητός μου· αἰσχυνθήτωσαν οἱ ἐπανισταμένοί μοι καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες με ἐξῶσαι ἀπὸ σοῦ διὰ πράξεων ἀσέμνων, διὰ λογισμῶν ἀπρεπῶν, δι΄ ἐνθυμήσεων ἀσυμφόρων. Ἀπέλασον ἀπ΄ ἐμοῦ πᾶσαν ῥυπαρίαν, κακίας περίσσευμα, ὅτι σὺ εἶ μόνος ἅγιος, μόνος ἰσχυρός, μόνος ἀθάνατος, κατὰ πάντα ἔχων τὴν δυναστείαν ἀνείκαστον, καὶ διὰ σοῦ δίδοται πᾶσιν ἡ κατὰ τοῦ διαβόλου καὶ τῆς αὐτοῦ στρατιᾶς ἰσχύς. Ὅτι πρέπει σοὶ πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δέσποινα Θεοτόκε, ἡ ἐλπίς μου, καὶ καταφυγή μου, σὺ γινώσκεις τοὺς λογισμούς μου καὶ τὰς πράξεις μου καὶ τὴν ἀσθένειαν τῆς ταπεινῆς μου φύσεως, καὶ σοὶ τὴν ἐμὴν ψυχὴν παριστῶ ῥερυπωμένην πολλαῖς ἁμαρτίαις καὶ λογισμοῖς ἀτόποις. Σύ, Δέσποινα, βλέπεις τὰ ἕλκη τῶν τραυμάτων τῆς ἐμῆς ψυχῆς, Σύ, Δέσποινα, βλέπεις τὰ ἕλκη τῶν τραυμάτων τῆς ἐμῆς ψυχῆς, σὺ τὴν ἴασιν βράβευσον, ἐπιχέουσα ῥανίδα τῆς σῆς φιλανθρώπου συμπαθείας. Ἐπίβλεψον, Δέσποινά μου Θεοτόκε, καὶ εὐμενὴ ποίησον μετ΄ ἐμοῦ τὸν σὸν Υἱὸν καὶ Θεόν, τὸν μέλλοντα δημοσιεύειν ἐνώπιον Ἀγγέλων καὶ ἀνθρώπων τοὺς πονηρούς μου λογισμοὺς καὶ ἐνθυμήσεις καὶ πράξεις. Δέχεταί σε ὡς Μητέρα ὁ φιλάνθρωπος, ὑπὲρ ψυχῆς ἁμαρτωλοῦ καὶ ἀπεγνωσμένης πρεσβεύουσαν, ὡς καταφυγὴν καὶ μεσίτριαν τῶν ἁμαρτωλῶν. Ἐλέησόν με τὸν χειμαζόμενον τῷ πελάγει τῶν πειρασμῶν, τὸν θαῤῥοῦντα τῷ σῷ ἐλέει καὶ τῇ συμπαθεῖ προστασίᾳ, τὸν ἐπιῤῥίπτοντα διὰ παντὸς τὸ τῆς ψυχῆς ὄμμα εἰς τὸ πλῆθος τῶν σῶν οἰκτιρμῶν, καὶ προσφέροντά σοι στεναγμὸν ἐκ καρδίας συντετριμμένης. Μὴ παύσῃ ὑπὲρ ἐμοῦ πρεσβεύουσα τοῦ ταπεινοῦ καὶ ἀθλίου, ἵνα διὰ τῆς σῆς ἀντιλήψεως ἀξιωθῶ συγχωρήσεως τῶν πολλῶν μου δεινῶν πράξεων. Σὲ γὰρ ἐπὶ τούτου καταφυγὴν τῶν ἁμαρτωλῶν ἔθετο ὁ Υἱὸς σου καὶ Θεὸς ἡμῶν, ὁ πάσης κτίσεως δημιουργός. Καὶ ἵνα διὰ τῆς σῆς πρὸς αὐτὸν μεσιτείας τυχῶν σωτηρίας, μεγαλύνω καὶ δοξάζω τὸ ὑπεράγιον καὶ ὑπέρτιμον ὄνομα, σοῦ τῆς ὑπερευλογημένης καὶ ὑπεράγνου Θεομήτορος, τῆς Πανενδόξου Παντανάσσης, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία, Δέσποινα Θεοτόκε ἡ μόνη καθαρωτάτη ψυχὴ τε καὶ σώματι, ἡ μόνη κατοικητήριον ὅλη γενομένη τῆς ὅλης χάριτος τοῦ παναγίου Πνεύματος, καντεῦθεν καὶ αὐτὰς τὰς ἀΰλους καὶ ἀγγελικὰς Δυνάμεις ἀσυγκρίτως ὑπερβᾶσα τῇ καθαρότητι καὶ τῷ ἁγιασμῷ τῆς ψυχῆς καὶ τοῦ σώματος. Ἔπιδε ἐπ΄ ἐμὲ τὸν ἐναγὴ καὶ ἀκάθαρτον καὶ ῥερυπωμένον καὶ ψυχὴν καὶ σῶμα τῷ μολυσμῷ τῆς ἐμπαθοῦς καὶ ἐνηδόνου ζωῆς μου. Κάθαρόν μου τὴν ἐμπαθῆ διάνοιαν καὶ ἄγνισον, διόρθωσόν μου τοὺς πεπλανημένους καὶ τετυφλωμένους λογισμούς, ῥύθμισον καὶ παιδαγώγησόν μου τὰς αἰσθήσεις, ἐλευθέρωσόν με τῆς τυραννούσης κακίας καὶ αἰσχρᾶς συνηθείας τῶν ἀκαθάρτων προλήψεων καὶ παθῶν. Στῆσόν μου πᾶσαν τὴν κατ΄ ἐνέργειαν ἁμαρτίαν, καὶ δώρησαί μοι νήψιν καὶ διάκρισιν τῷ ἐσκοτισμένῳ καὶ ταλαιπώρῳ νοῒ πρὸς διόρθωσιν τῶν οἰκείων σφαλμάτων τε καὶ παραπτωμάτων, ἵνα τοῦ σκότους τῆς ἁμαρτίας ἀπαλλαγείς, καταξιωθῶ δοξάζειν καὶ ἀνυμνεῖν ἐν παῤῥησίᾳ, σέ τὴν μόνην ἀληθινὴν Μητέρα τοῦ ἀληθινοῦ φωτός, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅτι μόνη σὺν αὐτῷ καὶ δι΄ αὐτοῦ εὐλογημένη καὶ δεδοξασμένη ὑπάρχεις ὑπὸ πάσης τῆς ἀοράτου καὶ ὁρατῆς κτίσεως, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, Λόγε τοῦ Θεοῦ ἀθάνατε, ὁ τῶν μεγίστων φύσεων τεχνίτης καὶ κυβερνήτης, τὸ φῶς τῆς ἀληθείας, ὁ τοῦ σκότους τῆς ἀγνοίας διώκτης, ἡ λαμπρότης τῶν νηφαλίων ψυχῶν, ἡ παγκόσμιος χαρὰ τῶν ὀρθοδόξων, ἡ ἡδύτης τῶν Ἀγγέλων καὶ τῶν ψυχῶν, ὁ ὅλος ὢν κάλλος ἀκόρεστον, ὁ ὅλος ὡς γλυκασμὸς , ὁ ὅλος ὢν ἐπιθυμία καὶ ἔφεσις, ὁ τῆς κατὰ νοῦν ἀντιλήψεως ἄφθονος ὄλβος τοῖς γνησίως σοι διακειμένοις, ὁ φύσει ἀγαθὸς καὶ εὔσπλαγχνος καὶ ἐλεήμων, ἀποδίωξον ἀπ΄ ἐμοῦ τοῦ ταλαιπώρου τοὺς παρενοχλοῦντας μοι λογισμούς. Σὺ γὰρ ἐπίστασαι, καρδιογνῶστα, ὁ θεωρῶν τὰ κρυπτὰ τῆς καρδίας μου, ὅτι ἀκούσιά μου εἰσι. Συγχώρησόν μοι, Δέσποτα τῶν ἁπάντων, καὶ μὴ γενέσθωσάν μοι εἰς σύνταγμα ἁμαρτίας, ἀλλ΄ ἵλεώς μοι γενόμενος, ἐξαπόστειλον τὴν χάριν σου ἐξ ἁγίου θρόνου δόξης σου, καὶ ἐπεσκίασον τῇ ἀσθενείᾳ μου τοῦ ἀχρείου δούλου σου. Ἀμήν.