Πέμπτη 28 Μαΐου 2015

Εἰς τὴν ἀνάληψιν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ


Θεοδώρητος Κύρρος

Τρία παράδοξα θαύματα ἐξ ἀρχῆς χρόνου οὐ γνώριμα,
τὴν φύσιν αὐτὴν ὑπερακοντίζοντα τὴν ἡμετέραν συνέπλεξαν, ἀῤῥαγῆ καὶ ἀσάλευτα μένοντα·
τρίπλοκον γὰρ σχοινίον ταχὺ οὐ διαῤῥήσσεται.
Ταῦτα δέ ἐστιν ἀνυμφεύτου μητρὸς ὠδὶς,
τριημέρου πάθους ἀνάστασις,
σαρκὸς εἰς οὐρανοὺς ἀνάληψις.
Οἶδεν ὁ χρόνος στείρας τικτούσας,
ἀλλ' οὐ γαμικῆς συναφείας ἐκτός·
οἶδε νεκροὺς ἀναβιώσαντας, ἀλλ' οὐχὶ εἰς ζωὴν ἀτελεύτητον·
οἶδε προφήτην ἀναλαμβανόμενον, ἀλλ' ὡς εἰς οὐρανόν·
τὸ, ὡς, τῆς ἀληθείας δεύτερον.

Ὁ μὲν γὰρ Ἠλίας τόπον ἐκ τόπου ἤμειψεν,
ὁ δὲ Σωτὴρ ἀνῆλθεν, ὅθεν κατῆλθεν, πολλῶν θεωμένων ἀνδρῶν καὶ γυναικῶν, ἄχρις οὗ τὸ βλέμμα πρὸς ὕψος ἀτενίζον ἠτόνησεν, ἀγγέλων ἐπιμαρτυρούντων τῇ θέᾳ,
καὶ τὴν δευτέραν καταμηνυόντων ἔλευσιν,
Καὶ ἰδοὺ, φησὶν, ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ἐσθῆτι λευκῇ, οἳ καὶ εἶπον·
Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ἐμβλέποντες εἰς τὸν οὐρανόν;
καὶ τὰ ἑξῆς.
Ὢ πόσα ὁ ἀγαθὸς διὰ δούλων πονηρῶν εἰς σωτηρίαν ἐπραγματεύσατο!
κατῆλθεν ἐξ οὐρανῶν, ἀνῆλθεν εἰς οὐρανοὺς,
ἐξ οὐρανῶν πάλιν ἐλεύσεται·
ἐλεύσεται δὲ πῶς;
Οὐκ εἰς ἑτέραν ἀναλυθεὶς ὑπόστασιν,
ἀλλ' ἐν τῷ εἴδει τῆς σαρκὸς, ἐν τῷ ἀνθρωπίνῳ σχήματι·
οὐ μέντοι ταπεινὰ πράττων, ὡς τὸ πρότερον, οὐκ ἐπὶ σκάφους ὑπνῶν, οὐκ ἐπὶ φρέατι κόπῳ δίψης κρατούμενος, οὐκ ἐπὶ πῶλον ὅνου καθήμενος, ἀλλ' ἐπὶ πώλου νεφελοειδοῦς ὀχούμενος·
οὐχ ἁλιέας ἐπαγόμενος, ἀλλ' ὑπὸ ἀγγέλων δορυφορούμενος·
οὐ δικαστοῦ παριστάμενος βήματι, ἀλλ' αὐτὸς κρίνων τῆς οἰκουμένης τὰ πέρατα, καὶ τοῖς ἁλιεῦσιν αὐτοῖς ἐξουσίαν δικαστικὴν χαρισάμενος·
ὡς καὶ αὐτὸς διδάσκει, πρὸς μὲν τοὺς μαθητὰς λέγων·
Ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ·
πρὸς δὲ τοὺς Ἰουδαίους·
Εἰ δὲ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια,
οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν;
διὰ τοῦτο αὐτοὶ κριταὶ ὑμῶν ἔσονται·
ὅτιπερ ἐξ Ἰουδαίων ὄντες τὰ τῶν Ἰουδαίων οὐκ ἐφρόνησαν, ἀλλὰ τὰ πάθη τοῦ Χριστοῦ καὶ τὰ στίγματα τῶν συγγενῶν Κυριοκτόνων προετίμησαν.
Μέγα θαῦμα, ξένον κριτήριον, ἰδεῖν ἁλιέα δικάζοντα, καὶ Φαρισαῖον κρινόμενον, σκηνοποιὸν μετὰ παῤῥησίας καθήμενον, καὶ ἀρχιερέα μετὰ στεναγμῶν εὐθυνόμενον.
Τί γὰρ τὸν ∆εσπότην κατὰ κόῤῥης ἐῤῥάπιζον, κατὰ κεφαλῆς ἐκονδύλιζον, τὸ δὲ τέλος τὸν κληρονόμον ἔξω τοῦ ἀμπελῶνος ἐφόνευον;
τί δὲ τὸν Πέτρον ἐφυλάκιζον;
τί δὲ τὸν Παῦλον πεντάκις τεσσαράκοντα παρὰ μίαν πληγὰς ἐβασάνιζον;
Ἀλλ' ὁ θαυμαστὸς ἀρχιερεὺς Ἀνανίας τὸ στόμα παίειν τοῦ Παύλου τοῖς ὑπηρέταις ἐκέλευσε, τὸ στόμα τοῦ Παύλου, τὸ στόμα τῆς χάριτος, τὸ στόμα τῆς ἀληθείας, τὸ πλῆκτρον τῆς ζωῆς, τὸ πάσης σάλπιγγος γενναιότερον, τὸ πάσης ἁρμονίας ἐμμελέστερον, τὸ ὄργανον τοῦ Χριστοῦ, τὸν αὐλὸν τοῦ Πνεύματος·
τὰ γὰρ δοκοῦντα τῷ ἁγίῳ Πνεύματι ὁ Παῦλος διὰ τῆς γλώσσης ἐδημοσίευσεν·
ὅθεν οἶμαι τὸν ∆αυῒδ ἐκ προσώπου Παύλου λέγειν·
Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.
Τί οὖν πρὸς τὸν Ἀνανίαν ὁ Παῦλος,
τὴν ἐπερχομένην αὐτῷ δίκην προθεωρῶν;
Τύπτειν σε μέλλει ὁ Θεὸς, τοῖχε κεκονιαμένε.
Τοῖχος γὰρ κεκονιαμένος, τάφος κεκαλλωπισμένος,
ἔξωθεν ἐχθρὸς, ἔσωθεν νεκρός.
Ἐπεὶ οὖν πρόκειται τῶν βεβιωμένων λογοθέσιον,
καὶ παγκόσμιον δικαστήριον, τῶν ταλάντων τὴν ἐργασίαν ἀπαιτοῦν, τοῦ μυστικοῦ γάμου τὴν ἀθέτησιν,
τὴν λαμπαδουχίαν τοῦ νυμφῶνος, τοῦ σπόρου τὴν αὔξησιν,
τοῦ ἀμπελῶνος τὸν καρπὸν, καὶ ὅσα διὰ τῶν παραβολῶν ἡμῖν ἀπεκάλυψε, τὸν βίον ταλαντεύσωμεν,
τὰ τοῦ βίου συναλλάξωμεν, οὐκ ἀργυραμοιβοῦντες,
οὐδὲ χρυσορυχοῦντες, οὐ βαρέως δανείζοντες·
ταῦτα γὰρ καὶ ὁ κριτὴς ἀποστρέφεται·
ἀλλὰ πτωχοτροφοῦντες, φιλοξενοῦντες, θεοκλητοῦντες,
καὶ ὅσα τοῦ κριτοῦ τὴν ὀργὴν μαλάττειν ἐπίσταται.
Μάθε τῆς φιλοξενίας τὸ κέρδος, ἀποβλέψας εἰς τὸν Ἀβραὰμ, τῆς ἱκεσίας τὸ ὄφελος τῶν Νινευϊτῶν λογισάμενος,
τῆς ἐλεημοσύνης τὸν θησαυρὸν θεωρήσας τὴν Ταβιθὰν ἐπὶ κλίνης κατακειμένην ἄψυχον, ἐν τάφῳ μέλλουσαν κατορύττεσθαι·
ἀλλ' αἱ χῆραι τὸν Πέτρον κυκλώσασαι, καὶ τὰ δῶρα τῆς νεκρᾶς ἐπιδεικνύμεναι, ἐξ ᾅδου τὴν τεθνεῶσαν ἀνέσπασαν.
Εἰ δὲ νεκρὸν τὸ σῶμα δάκρυα χηρῶν ἐψύχωσε, πρόδηλον ὅτι καὶ αὖθις τεθνηξόμενον, ὁποῖά τινα παρέξειν οἴει ἐν ταῖς τῶν ἀγαθῶν ἀποδόσεσι τὸν κριτὴν τοῖς ἀφειδεῖ δεξιᾷ τὴν πτωχοτροφίαν ἀσκήσασι, καὶ μαρτυρίας πτωχῶν οὐκ ἀποῤῥήξασι;
Τότε γὰρ τὸ δῶρον ἀναφαίρετον, οὐκ ἔτι θανάτου μεσιτεύοντος, ἀλλὰ διηνεκοῦς ἐκτεταμένης ζωῆς.
Σαλπίσει γὰρ, φησὶ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται ἄφθαρτοι καὶ ἄτρεπτοι, κατὰ τὴν τοῦ ∆εσπότου μίμησιν.
Καὶ καθάπερ αὐτὸν νεφέλη τις ὑπέλαβεν, οὕτω καὶ ἡμεῖς, κατὰ τὴν τοῦ Παύλου φωνὴν, Ἐν νεφέλαις ἁρπαγησόμεθα.
Καὶ ὡς αὐτὸς ἀνέβη ἐν ἀλαλαγμῷ καὶ φωνῇ σάλπιγγος, τὸν αὐτὸν τρόπον καὶ ἡμεῖς διὰ τῆς ἀρχαγγελικῆς σάλπιγγος, τοῦ θανάτου τὸ νέφος ὥσπερ ὕπνον ἀποσεισάμενοι, τῷ ἀρχηγῷ τῆς ζωῆς συνεσόμεθα·
Καὶ οὕτω, φησὶ, πάντοτε σὺν Κυρίῳ ἐσόμεθα, τὰ τοῦ Κυρίου φρονοῦντες, τὰς ἐντολὰς αὐτοῦ φυλάξαντες.
Γένοιτο δὲ πάντας ἡμᾶς τῆς μακαρίας ἐκείνης ἀξιωθῆναι φωνῆς·
Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω, εἴσελθε εἰς τὴν χαρὰν τοῦ Κυρίου.
Αὐτοῦ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Πηγή: Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, Ορθόδοξοι Πατέρες