Δευτέρα, 20 Ιανουαρίου 2020

Περί μετανοίας



∆ιά τούτο συνεχώς τον περί μετανοίας κινώ λόγον, ίνα μήτε ο αμαρτάνων απογινώσκη, μήτε ο κατορθών μέγα φρονή. ∆ίκαιος ει; μη εκπέσης· αμαρτωλός ει; μη απογνώς· καν καθ’ ημέραν αμαρτάνης, καθ’ ημέραν μετανόει· όπερ εν ταις οικίαις ποιούμεν ταις παλαιαίς, όταν σαθρωθώσιν, υπεξαιρούμεθα τα σεσαθρωμένα, και καινά επισκευάζομεν, και ουδέποτε συνεχούς επιμελείας απολείπομεν. Εάν παλαιωθής από της αμαρτίας, ανακαίνισον σαυτόν υπό της μετανοίας. Και ένι, φησί, μετανοήσαντα σωθήναι; Και πάνυ ένι. Πάντα τον βίον εν αμαρτίαις διέτριψα, και εάν μετανοήσω, σώζομαι; Και πάνυ. Ποθεν δήλον; Από της του ∆εσπότου φιλανθρωπίας. Μη τη μετανοία σου θάρρει· μη γαρ η μετάνοιά σου ισχύει τοσαύτα κακά αποσμήξασθαι; Ει η μετάνοια μόνη ην, εικότως εφόβου· επεί δε τη μετανοία κεράννυται Θεού φιλανθρωπία, θάρρει, ότι περιγίνεταί σου της κακίας. Πολύ γαρ φιλάνθρωπός εστιν ο Θεός, και τοσούτον φιλάνθρωπος, ως ουδέ του Μονογενούς εφείσατο, ίνα αγοράση δούλους αγνώμονας. Και μη μοι λέγε, Ήμαρτον πολλά και μεγάλα, και πως δύναμαι σωθήναι; Συ ου δύνασαι, ο ∆εσπότης σου δύναται, και ούτως εξαλείφει τα αμαρτήματα, ως μήτε ίχνος αυτών μείναι. Επί μεν γαρ των σωμάτων ουκ ένι τούτο· αλλά καν μυριάκις σπουδάση ο ιατρός, καν φάρμακα επιθήση τω τραύματι, το μεν τραύμα ηφάνισεν, η δε ουλή εναπέμεινεν, έλεγχον του τραύματος 63.590 περιφέρουσα την αμορφίαν της όψεως· και φιλονεικεί μυρία ο ιατρός, και την ουλήν εξαλείψαι ου δύναται· αντιπίπτει γαρ αυτώ η ασθένεια της φύσεως, και το ανίσχυρον της τέχνης, και το ευτελές των φαρμάκων. Ο δε Θεός όταν εξαλείφη τα αμαρτήματα, ουδέ ουλήν αφίησιν ουδέ ίχνος συγχωρεί μείναι, αλλά μετά της υγείας και την ευμορφίαν χαρίζεται, μετά της απαλλαγής της κολάσεως, και δικαιοσύνην δίδωσι, και ποιεί τον ημαρτηκότα ίσον είναι τω μη ημαρτηκότι. Καν γαρ μυρία τραύματά τις έχων άνθρωπος, μετανοήση και ποιήση τι χρηστόν, ούτως αυτά εξαλείφει ο Θεός, ως μηδέ ουλήν μηδέ ίχνος μηδέ δείγμα φαίνεσθαι των αμαρτημάτων. Ωσπερούν εν τω σώματι τραύματα και φάρμακα, ούτω και εν τη ψυχή αμαρτήματα και μετάνοια. Και πρόσεχε ω λέγω· τραύμα και φάρμακον, αμαρτία και μετάνοια· το τραύμα μεν η αμαρτία, το φάρμακον η μετάνοια· το τραύμα μεν την σηπεδόνα έχει, το φάρμακον τον καθαρισμόν της σηπεδόνος κέκτηται.
Μη εν τω φαρμάκω σηπεδών; μη εν τω τραύματι ίασις; ουκ έχει ταύτα την οικείαν τάξιν, κακείνα την οικείαν; μη δύναται μεταβληθήναι τούτο προς εκείνο, η εκείνο προς τούτο; Ουδαμώς. Έλθωμεν και επί της ψυχής των αμαρτημάτων· η αμαρτία την αισχύνην έχει, η μετάνοια την παρρησίαν κέκτηται. Ειδώς ουν ο Σατανάς, ότι η μεν αμαρτία έχει την αισχύνην, πράγμα ικανώς αποκρούσαι τον αμαρτάνοντα δυνάμενον· η δε μετάνοια έχει την παρρησίαν, πράγμα ικανόν επισπάσασθαι τον μετανοούντα, ενήλλαξε την τάξιν, και έδωκε την αισχύνην τη μετανοία, και την παρρησίαν τη αμαρτία· και εν μεν τη αμαρτία ουκ αφίησιν αυτόν 63.591 αισχύνεσθαι· οίδε γαρ, ότι εάν αισχυνθή, φεύγει την αμαρτίαν· εν δε τη μετανοία ποιεί αυτόν αισχύνεσθαι· οίδε γαρ ότι αισχυνόμενος ου μετανοεί. Ο γαρ μετανοήσας εφ’ οις έπραξε δεινοίς, καν μη των αμαρτημάτων αξίαν επιδείξηται την μετάνοιαν, και αυτής ταύτης όμως έξει την αντίδοσιν. Τοις μεν ουν ουδέπω κατασχεθείσιν υπό του πάθους παραινώ μη αλώναι· ευκολώτερον γαρ φυλάξασθαι μη εμπεσείν, η εμπεσόντας αποστήναι· τοις δη κατασχεθείσι και κατερραγμένοις, εάν θέλωσιν επιδούναι εαυτούς ταχέως τη μετανοία, πολλήν επαγγέλλομαι σωτηρίας ελπίδα. Και γαρ και τα καλά και τα κακά, όταν επί πλείον ημίν ενδιατρίψη, δυνατώτερα γίνεται. Και φυτόν άρτι μεν φυτευθέν επί γης, ευκόλως ανασπάται· χρόνω δε πολλώ ριζωθέν, ουκέτι. Και οικοδομή νεοπαγής μεν ούσα, περιτρέπεται ευκόλως υπό των ενοχλούντων· παγείσα δε καλώς, πολλά παρέχει τοις καθαιρείν επιχειρούσι τα πράγματα. Και θηρίον τόποις εμφιλοχωρήσαν πολλώ χρόνω, δυσκόλως ελαύνεται. Και καθάπερ πυρετός παρά μεν την αρχήν προσβαλών, ου σφόδρα φλέγει τη δίψη τους κάμνοντας· επιδούς δε και την φλόγα επάρας, ανίατα διψάν παρασκευάζει λοιπόν· καν παράσχη τις αυτοίς εμφορηθήναι του πόματος, ου σβέννυσιν, αλλ’ εκκαίει την κάμινον· ούτω και επί του πάθους συμβαίνει, αν παρά την αρχήν εισελαύνον εις την ψυχήν την ημετέραν μη κωλύσωμεν, μηδέ αποκλείσωμεν τας θύρας, επελθόν λοιπόν, ανίατον εργάζεται τοις δεξαμένοις το νόσημα. Ωσπερούν ο νωθρός την ψυχήν και ολίγωρος, καν πολύν λάβη προς μετάνοιαν χρόνον, ουδέν μέγα εργάσεται, ουδέ καταλλάξει τον Θεόν εαυτώ δια την ραθυμίαν· ούτω και ο διεγηγερμένος, και τη προθυμία ζέων, και μετά πολλής σπουδής την μετάνοιαν επιδεικνύμενος, και εν βραχεία καιρού ροπή, πολλού χρόνου αμαρτήματα αφανίσαι δυνήσεται· και όπως, άκουσον. Ουχί τρίτον ο Πετρος ηρνήσατο; ουχί μεθ’ όρκου τρίτον; ουχί θεραπαινίδος ευτελούς ρήματα δείσας; Τι ουν; πολλού χρόνου εδέησεν αυτώ προς μετάνοιαν; Ουδαμώς· αλλ’ αυτή τη νυκτί και ωλίσθησε και ανέστη. Μετά γαρ το χαλεπόν εκείνο πτώμα (αρνήσεως γαρ ουδέν ίσον κακόν), πάλιν αυτόν προς την προτέραν επανήγαγε τιμήν η μετάνοια, και την επιστασίαν της Εκκλησίας την ανά πάσαν την οικουμένην ενεχείρισε· και ο πάντων μείζον, απέδειξεν ημίν αυτόν πλείονα των αποστόλων απάντων έχοντα την εις τον ∆εσπότην αγάπην. Τι δε οι Νινευίται; ήλθε προς αυτούς ο προφήτης, ανέγνω την απόφασιν καθάπερ επιστολήν βασιλικήν, κόλασιν έχουσαν, και εβόα λέγων· Έτι τρεις ημέραι, και Νινευί καταστραφήσεται. Ήκουσαν ταύτα εκείνοι, και ου διηπίστησαν, ου κατεφρόνησαν, αλλ’ ευθέως δρόμος απάντων επί την νηστείαν, ανδρών, γυναικών, παιδίων, και ουδέ η των αλόγων φύσις ταύτης ατελής της λειτουργίας ην· πανταχού σάκκος, πανταχού σποδός, πανταχού θρήνος και οιμωγαί.

Και γαρ και αυτός ο το διάδημα περικείμενος, από του 63.592 θρόνου καταβάς του βασιλικού, σάκκον υπεστρώσατο και σποδόν κατεπάσσατο· και ην ιδείν πράγμα φοβερόν και παράδοξον, υπό σάκκου πορφυρίδα παρευδοκιμηθείσαν. Όπερ γαρ ουκ ίσχυσεν η αλουργίς, τούτο ίσχυσεν ο σάκκος· όπερ ουκ ήνυσε το διάδημα, τούτο κατώρθωσεν η σποδός. Εννοήσωμεν τοίνυν έκαστος ημών όσα αμαρτημάτων έχει φορτία, και αντιρρόπους ποιήσωμεν τας φιλανθρωπίας· μάλλον δε και πολλώ πλείους, ίνα μη μόνον σβεσθώσιν αι αμαρτίαι, αλλ’ ίνα και εις δικαιοσύνην ημίν λογισθώσιν αι ελεημοσύναι. Αν γαρ μη τοσαύτα η τα αγαθά, ως και τα εγκλήματα αποδύσασθαι, και εκ των υπολειφθέντων εις δικαιοσύνην ημίν λογισθήναι, ουδείς ημάς εξαιρήσεται της κολάσεως. Άνθρωπον μεν γαρ παροξύνων, και φίλους και γείτονας και θυρωρούς παρακαλείς, και χρήματα δαπανάς, και πολλάς αναλίσκεις ημέρας προσιών και δεόμενος, καν άπαξ, καν δις, καν μυριάκις σε διακρούσηται παροξυνθείς, καθάπαξ ουκ αναπίπτεις, αλλ’ εναγώνιος μάλλον γενόμενος πλείονα την ικετηρίαν τίθης· του δε των όλων Θεού παροξυνομένου, χασμώμεθα και αναπίπτομεν και τρυφώμεν· και πότε αυτόν εξιλεώσασθαι δυνησόμεθα; πως δε ουκ αυτώ τούτω μειζόνως παροξυνούμεν μάλλον αυτόν; του γαρ αμαρτάνειν το μηδέ αλγείν αμαρτάνοντας, μάλλον αγανακτείν αυτόν ποιεί και οργίζεσθαι. Και μη είπης, ότι Πολλά ήμαρτον, και ου δύναμαι παρακαλέσαι τον Θεόν οργιζόμενον. Ει γαρ τον άρχοντα εκείνον, τον μήτε Θεόν φοβούμενον, μήτε ανθρώπους αισχυνόμενον επέκαμψεν η χήρα, πολλώ μάλλον τον αγαθόν επισπάσεται η συνεχής έντευξις. Ώστε καν μη φίλος ης, καν μη τα οφειλόμενα απαιτής, καν τα πατρώα κατεδηδοκώς ης και καταναλωκώς, και πολύν χρόνον εξ όψεως γενόμενος· καν οργιζομένω, καν αγανακτούντι προσέλθης, θέλησον μόνον επανελθείν, και πάντα απολήψη, και την οργήν και την καταδίκην σβέσεις ευθέως. Σκοπός γαρ τω Θεώ, αδελφοί, μακροθυμείν τοις αμαρτάνουσι. ∆ιπλούς εστιν εις σωτηρίαν ίλεως, μνηστευόμενος αυτοίς την εκ μετανοίας σωτηρίαν, και τοις εξ αυτών απογόνοις τοις εις την αρετήν επιδιδόναι μέλλουσι ταμιευόμενος την ευεργεσίαν. Και ίνα πάλιν αναλάβω τον λόγον, ο Θεός μακροθυμεί, ίνα και ο αμαρτάνων μετανοήση, και τοις εξ αυτού τικτομένοις μη αποκλείση την σωτηρίαν. Καν γαρ αυτός ο αμαρτάνων αμετανόητα πταίη, φείδεται της ρίζης πολλάκις, ίνα φυλάξη τους καρπούς· πολλάκις μεν ουν, και αυτών αναμένων την σωτηρίαν· και όπως, άκουε. Θαρρα, ο πατήρ Αβραάμ, ειδώλων ην και προσκυνητής και ποιητής· αλλ’ ουκ έδωκεν ενταύθα της ασεβείας την δίκην, και εικότως. Ει γαρ προλαβών ο Θεός απέτεμε την ρίζαν, πόθεν ο τοσούτος καρπός της πίστεως ανεδίδοτο; Τι του Ησαύ μοχθηρότερον· τι της κακίας εκείνης αναιδέστερον; ου πόρνος και βέβηλος, ως φησιν ο Παύλος; ου μητρολώας και πατρολώας; ουκ αδελφού φονεύς, όσον εις 63.593 πρόθεσιν; ουχ υπό του Θεού μισούμενος, ως η Γραφή μαρτυρεί, λέγουσα; Τον Ιακώβ ηγάπησα, τον δε Ησαύ εμίσησα; Ει τοίνυν πόρνος και αδελφοκτόνος και βέβηλος και μισούμενος, δια τι μη αφανίζηται; δια τι μη εκκόπτεται; δια τι παραχρήμα την προσήκουσαν τιμωρίαν ου δέχεται; ∆ιά τι; καλόν ως αληθώς, αδελφοί, την αιτίαν ειπείν. Ει εξεκόπη, μέγιστον καρπόν δικαιοσύνης ο κόσμος απώλλυε· και οποίον άκουε. Ησαύ εγέννησε τον Ραγουήλ, Ραγουήλ τον Ζαρά, Ζαρά τον Ιωβ. Οράς πηλίκον υπομονής άνθος ηφανίζετο, ει προλαβών ο Θεός δίκην απήτησε την ρίζαν; Μηδείς τοίνυν εν κακία ων, απογινωσκέτω· μηδείς εν αρετή ων, νυσταζέτω. Μητε ούτος θαρρείτω· πολλάκις γαρ αυτόν και η πόρνη παρελεύσεται, μήτε εκείνος απογινωσκέτω· δυνατόν γαρ αυτώ και τους πρώτους παρελθείν. Όταν γαρ επανέλθωμεν εις την σφοδράν αγάπην του Θεού, ου μέμνηται των προτέρων. Ουκ έστιν ως άνθρωπος ο Θεός· ου γαρ ονειδίζει τα παρελθόντα, ουδέ λέγει, ∆ιά τι τοσούτον απελείφθης χρόνον; αν μετανοήσωμεν· αλλά αγαπά, ότε, αν προσέλθωμεν, μόνον ως χρη προσέλθωμεν.

Τι γαρ του Μανασσή χείρον; τι δε του Σολομώντος μακαριώτερον; Αλλ’ ο μεν ηδυνήθη τον Θεόν εξιλεώσασθαι, ο δε απονυστάξας έπεσε. ∆ιά τούτο και Ησαύ ουκ έτυχε συγγνώμης, ότι ου μετενόησεν ως εχρήν· τα γαρ δάκρυα ουκ ην μετανοίας, αλλά επηρείας και θυμού. Μετενόησε και Ιούδας, απήγξατο γαρ. Ει δε μετάνοιαν ακριβή θέλεις ιδείν, άκουσον την του Πετρου μετάνοιαν μετά την άρνησιν. Επειδή γαρ εικός ην αυτόν μέγα φρονείν, συνειδότα εαυτώ, ότι μάλλον των άλλων αγαπά τον Χριστόν, δια τούτο εξελθών έξω έκλαυσε πικρώς· και ου τούτο μόνον, αλλά και μυρίοις εαυτόν παρενέλαβε μετά ταύτα κινδύνοις. Μετενόησε και ο μακάριος ∆αυίδ, ούτω λέγων· Λούσω καθ’ εκάστην νύκτα την κλίνην μου, εν δάκρυσί μου την στρωμνήν μου βρέξω· και την πάλαι γεγενημένην αμαρτίαν, μετά τοσαύτα έτη, μετά τοσαύτας γενεάς, ως νεωστί συμβάσαν επένθει. Τον γαρ μετανοούντα ουκ οργίζεσθαι χρη ουδέ αγριαίνειν, αλλά συντρίβεσθαι ως κατεγνωσμένον, ως ουκ έχοντα παρρησίαν, ως καταδεδικασμένον, ως από ελέους σωθήναι οφείλοντα μόνον, ως αγνώμονα περί τον ευεργέτην φανέντα και αδόκιμον και μυρίων κολάσεων άξιον Μητε ουν ο επί της σκηνής απογινωσκέτω, μήτε ο εν τη εκκλησία θαρρείτω· προς μεν γαρ τούτόν φησιν ο Θεός, Ο δοκών εστάναι, βλεπέτω μη πέση· προς δε εκείνον, Μη ο πίπτων ουκ ανίσταται; Ούτος μεν γαρ φυλάξαι δείται, όπερ έχει, εκείνος δε, γενέσθαι όπερ ουκ έστιν· ούτος διατηρήσαι την υγίειαν, εκείνος της αρρωστίας απαλλαγήναι· κάμνει γαρ. Προς μεν ουν εκείνόν φησιν, Ίδε, υγιής γέγονας, μηκέτι αμάρτανε, ίνα μη χείρόν τι σοι γένηται· προς δε τούτον, Θελεις υγιής γενέσθαι· εγερθείς άρον τον κράββατόν σου, και ύπαγε εις τον οίκόν σου. Καν γαρ τριακονταοκτώ έτη έχης, ως ο παράλυτος εκείνος, σπουδάσης δε γενέσθαι υγιής, ουδείς ο κωλύων· μόνον θέλησον διαναστήναι· άψαι μόνον της εκεί φερούσης οδού, και προβήση ταχέως· μη τας θύρας αποκλείσης, μη την είσοδον φράξης. Βραχύς ο παρών καιρός, ολίγος ο πόνος· ει δε και πολύς 63.594 ην, ουδέ ούτως απαγορεύειν έδει. Καν γαρ μη κάμης τον κάλλιστον τούτον κάματον τον εν τη μετανοία, εν τω κόσμω εκείνω πάντως καμή, και ταλαιπωρήσεις ετέρως. Ει δε και ενταύθα κακεί κάματος, δια τι μη τούτον αιρούμεθα, τον πολύν έχοντα τον καρπόν και μεγάλην την αμοιβήν; Ει γαρ αναξίους όντας ημάς ευεργετεί ο Θεός, και ημαρτηκότας φιλανθρωπεύεται, ει της κακίας αποστάντες την αρετήν μεταδιώξομεν, τίνων ουκ επιτευξόμεθα, τίνων ουκ απολαυσόμεθα των αγαθών; Τους γαρ νουν έχοντας αι ευεργεσίαι μάλλον, η αι τιμωρίαι εφέλκονται προς την υπακοήν των επιταγμάτων. Ει τοίνυν και πριν η τι αγαθόν ημάς επιδείξασθαι, μάλλον δε και κολάσεως άξια εργασαμένους, τοσαύτης ηξίωσε της ευεργεσίας ο Θεός, ει ευγνώμονες γενοίμεθα, και την επί τοις προλαβούσιν ευχαριστίαν επιδειξοίμεθα, και την επί το βέλτιον μεταβολήν ποιησοίμεθα, πόσης ουκ αν πάλιν αξιώσειε της παρ’ αυτού φιλοτιμίας; Ει γαρ ημείς τους προσκεκρουκότας των οικετών, εάν απαγγείλωνται γενέσθαι βελτίους, και προσιέμεθα και πάλιν επί της προτέρας άγομεν τιμής, πολλάκις δε και πλείονος αυτοίς της παρρησίας μεταδιδόαμεν· πολλώ μάλλον ο Θεός επί ημών τούτο ποιήσει, ει αντίρροπον των αμαρτημάτων επιδειξόμεθα την μετάνοιαν. Και τούτο από των κατά τον μακάριον ∆αυίδ δήλον. Επειδή γαρ υποσκελισθείς κατέπεσε, μοιχείας και φόνου αλούς εγκλήματι, είτα ουκ έμεινε κείμενος εν τω πτώματι, αλλά και διανέστη πάλιν, και προς τον εχθρόν μετά του Θεού παρετάξατο· ούτως αυτόν γενναίως κατεπάλαισεν, ως και τελευτήσας προστήναι των εκγόνων των αυτού. Τω γαρ Σολομώντι την μεγάλην εκείνην παρανομίαν τετολμηκότι, και μυρίων αξίω γενομένω θανάτων, δια τον ∆αυίδ ο Θεός φησιν αφείναι την βασιλείαν ολόκληρον, ουτωσί λέγων· ∆ιαρρήσσων διαρρήξω την βασιλείαν εκ χειρός σου, και δώσω αυτήν τω δούλω σου· πλην εν ταις ημέραις σου ου ποιήσω ταύτα, δια ∆αυίδ τον πατέρα σου· εκ χειρός του υιού σου λήψομαι αυτήν. Και τω Εζεκία δε μέλλοντι κινδυνεύειν υπέρ των εσχάτων, καίτοι γε όντι δικαίω, πάλιν δια τον μακάριον εκείνον έλεγε βοηθείν· Υπερασπιώ γαρ, φησί, της πόλεως ταύτης δι’ εμέ, και δια ∆αυίδ τον παίδά μου. Ωσπερούν επί των την οικείαν ευγνωμοσύνην επιδεικνυμένων, δια την προσούσαν αυτώ αγαθότητα ανακαλείται τας παρ’ αυτού αποφάσεις ο Θεός, και μεταβαλλομένους προσίεται, και της επικειμένης απαλλάττει τιμωρίας· ούτω πάλιν επειδάν επαγγέλληται η αγαθά τινα παρέξειν, η προθεσμίαν μετανοίας, ίδη δε αναξίους γεγονότας, και τότε πάλιν ανακαλείται αυτού τας υποσχέσεις. Ου γαρ ούτως το αμαρτάνειν χαλεπόν, ως το τοις αμαρτήμασιν επιμένειν. ∆ιά τούτο και προλαμβάνων τας ευεργεσίας εις ημάς κατατίθεται ο Θεός, και ημαρτηκότας πάλιν συγγνώμης αξιοί, και τας τιμωρίας παρά πόδας ουκ επάγει, ίνα δια πάντων προς μετάνοιαν ημάς εφελκύσηται, και δι’ ων ευεργετεί και δι’ ων μακροθυμεί· πολλάκις δε και δι’ ων ενίους κολάζει, ετέρους ενάγειν βούλεται, ίνα τω εκείνων φόβω σωφρονισθέντες, της τιμωρίας την πείραν διαφύγωσι. Ήμαρτες πολλά; στήθι λοιπόν, υπόστρεψον την εναντίαν, ομολόγησον τω Θεώ χάριν, ότι σε ουκ εν μέσοις ανήρπασε τοις αμαρτήμασι, μη και ετέραν ζήτει προθεσμίαν εις το κακώς εργάζεσθαι· μη λέγε, Έσται καιρός 63.595 όταν επιστρέψαι δέη· πολλοί μεταξύ πλεονεκτούντες ανηρπάγησαν, και απήλθον επί φανεράν δίκην· φοβήθητι μη και συ τούτο πάθης αναπολογήτως. Αλλά πολλοίς έδωκε προθεσμίαν ο Θεός εξομολογήσασθαι εν εσχάτω γήρα. Τι ουν, και σοι δώσει; Ίσως δώσει, φησί. Τι λέγεις, Ίσως, και Ενίοτε και Πολλάκις; εννόησον ότι περί ψυχής βουλεύη, και τίθει και το εναντίον, και λογίζου και λέγε· Τι δαι, εάν μη δω; Τι δαι, εάν δω; φησίν. Έδωκε μεν αυτός· πλην τούτο εκείνου ασφαλέστερον και κερδαλεώτερον. Εάν μεν γαρ ήδη άρξη, το παν εκέρδανας, αν τε λάβης, αν τε μη λάβης, προθεσμίαν· εάν δε αεί μένης, δι’ αυτό τούτο πολλάκις ου λήψη. Συ δε ες μεν πόλεμον εξιών, ου λέγεις, Ουκ ανάγκη διαθέσθαι, ίσως επανήξω· ουδέ περί γάμου βουλευόμενος λέγεις, Λαβω γυναίκα πενιχράν, πολλοί παρά δόξαν και ούτως επλούτησαν· ουδέ οικίαν οικοδομούμενος, Καταβάλω θεμελίους σαθρούς, πολλαί και ούτως έστησαν οικίαι· υπέρ δε ψυχής βουλευόμενος, τοις σαθροτέροις εγχειρείς, το ίσως και ενίοτε και πολλάκις τιθείς, και τοις αδήλοις επιτρέπεις σαυτόν; Ου τω αδήλω, φης, αλλά τη του Θεού φιλανθρωπία· φιλάνθρωπος γαρ ο Θεός. Οίδα καγώ· αλλ’ ο φιλάνθρωπος ούτος κακείνους, ώσπερ είπον, ανήρπασε. Βούλει μαθείν πως εστιν ημών αγαθός ο ∆εσπότης; ανήλθεν ο τελώνης μυρίων γέμων κακών, και ειπών, Ιλάσθητί μοι, μόνον, κατήλθε δεδικαιωμένος. Και δια του προφήτου δε φησιν ο Θεός· ∆ι’ αμαρτίαν βραχύ τι ελύπησα αυτόν· και είδον ότι ελυπήθη, και επορεύθη στυγνός, και ιασάμην τας οδούς αυτού. Τι της φιλανθρωπίας ταύτης ίσον; Ίνα στυγνάση μόνον, αφήκε τα αμαρτήματα. Ημείς δε ουδέ αυτό τούτο ποιούμεν· διο μάλιστα αυτόν παροργίζομεν. Ο γαρ και δια μικρών ίλεως γενόμενος, όταν μηδέ τούτων τύχη, εικότως αγανακτεί, και την εσχάτην απαιτεί τιμωρίαν ημάς· υπερβαλλούσης γαρ εστι τούτο καταφρονήσεως. Τις γουν ελυπήθη ποτέ δι’ αμαρτίας; τις εστέναξε; τις το στήθος έπληξεν; Ουδένα έγωγε οίμαι· αλλά μυρίας μεν ημέρας θρηνούσιν άνθρωποι, υπέρ οικετών αποθανόντων, υπέρ ζημίας χρημάτων, την δε ψυχήν απολλύντες καθ’ εκάστην ημέραν, ουδέ εις νουν βαλλόμεθα. Πως ουν δυνήση τον Θεόν εξιλεώσασθαι, όταν μηδέ ότι ήμαρτες ειδής; Ναι, φησίν, ήμαρτον. Ναι μοι λέγεις τη γλώττη· ειπέ τη διανοία, και μετά του ρήματος στέναξον, ίνα διηνεκώς ευθυ 63.596 μης· και γαρ ει ηλγούμεν επί τοις αμαρτήμασιν, ει εστενάζομεν επί τοις πλημμελήμασιν, ουδέν αν άλλο ημάς ελύπησεν, της οδύνης ταύτης πάσαν αθυμίαν παρωθουμένης. Ωσπερούν τω στρουθώ των πτερών όφελος ουδέν υπό της παγίδος αλόντι, αλλ’ εική και μάτην πτερύσσεται· ούτω σοι και των λογισμών ουδέν όφελος, εάν κατά κράτος υπό της πονηράς επιθυμίας αλώς. Ει γαρ επί ενός ου θέλομεν ασχημονήσαι ενταύθα, επί μυριάδων εκεί τοσούτων τι ποιήσομεν; Ουδέ γαρ το των προτέρων αποστήναι κακών μόνον, αλλά και το αμείνονα επιδείξασθαι καλά, λέγεται μετάνοια· Έκκλινον γαρ, φησίν, από κακού, και ποίησον αγαθόν. Ουδέ γαρ αρκεί εις υγίειαν ημίν το βέλος εξελείν μόνον, αλλά και το φάρμακα επιθείναι τω τραύματι. Συμβαίνει δε τινα μεταγνόντα κατορθώσαι πολλά και μεγάλα, μεταξύ δε αμαρτείν πάλιν των κατορθωμάτων εκείνων αμαρτίαν αντίρροπον· και τούτο μάλιστα ικανόν εις απόγνωσιν εμβαλείν, ως των οικοδομηθέντων καθαιρεθέντων, και πάντων εκείνων μάτην και εις κενόν πονηθέντων αυτώ. ∆ει δε εκείνο λογίζεσθαι, και τούτον εκκρούειν τον λογισμόν, ότι ει μη φθάσαντες κατορθωμάτων μέτρον αντίρροπον τοις μετά ταύτα γενομένοις αμαρτήμασιν απεθέμεθα, ουδέν αν ημάς σφόδρα και ολοσχερώς καταδύναι εκώλυσε. Νυνί δε καθάπερ τις θώραξ ισχυρός βέλος οξύ και πικρόν δεχόμενος, ουκ αφήκεν εργάσασθαι το αυτού, αλλ’ αυτός διατμηθείς τον πολύν ήμυνε τω σώματι κίνδυνον … Ου δεινόν τοίνυν τον πολεμούντα τρωθήναι, αλλά το μετά την πληγήν απογνώναι και αμελήσαι του τραύματος. Ουδείς έμπορος άπαξ ναυαγίω περιπεσών και τον φόρτον απολέσας, απέστη του πλειν, αλλά πάλιν την θάλασσαν και τα μακρά διαβαίνει πελάγη, και τον πρότερον ανακτάται πλούτον. Πολλάκις αθλητάς θεωρούμεν μετά πολλά πτώματα στεφανίτας γενομένους. Ήδη δε και στρατιώτης πολλάκις φυγών, έσχατον αριστεύς ανεδείχθη, και των πολεμίων εκράτησε. Πολλοί δε και των τον Χριστόν αρνησαμένων δια τον των βασάνων φόβον, ανεμαχέσαντο πάλιν, και τον του μαρτυρίου στέφανον απήλθον αναδησάμενοι. Ει δε τούτων έκαστος εκ της προτέρας πληγής απέγνω, ουκ αν των δευτέρων απέλαυσεν αγαθών. Ων γένοιτο πάντας ημάς επιτυχείν, χάριτι και φιλανθρωπία του Κυρίου ημών Ιησού Χριστού, ω η δόξα και το κράτος εις τους αιώνας των αιώνων.

Αμήν.