Δευτέρα 6 Αυγούστου 2018

Εγκώμια ψαλλόμενα εις την Κοίμησιν της Υπεραγίας Θεοτόκου
[Στάσις πρώτη]


Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί,
ἡ Θεὸν ἐν τῇ γαστρί σου
χωρήσασα καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.

πορεῖ καὶ φύσις, καὶ πληθὺς νοερά,
τὸ ἐν σοί, Παρθενομῆτορ,μυστήριον,
τῆς ἐνδόξου καὶ ἀρρήτου σου ταφῇς.

Βασιλὶς καὶ πόλου, καὶ τῆς γῆς ἀληθῶς,
εἰ καὶ τάφῳ σμικροτάτω συγκέκλεισαι,
ἐγνωρίσθης πάσῃ κτίσει Μαριάμ.

Γέφυρα ὑψοῦται, ἡ μετάγουσα πρίν,
ἐκ θανάτου πρὸς ζωὴν τὴν ἀκήρατον,
τοὺς θανόντας παραβάσει τοῦ Ἀδάμ.

Δάκρυσι καὶ θρήνοις, γοεροῖς ἐπὶ σοί,
πᾶσαι αἱ σαὶ φίλαι ἐκόπτοντο,
τὴν μετάστασιν μὴ φέρουσαι τὴν σήν.

χαιρον χορείαι, Οὐρανίων Νοῶν,
ἀπὸ γῆς σὲ φερομένην δεχόμεναι,
εἰς οὐράνια σκηνώματα ἁγνή.

Ζῶσα ἐν ὑψίστοις, ἀληθῶς Μαριάμ,
ὑπὲρ πάντων πρεσβευτὴς ἡμῶν γέγονας,
ἀξιῶσαι εὐφροσύνης ἀληθῶς.

λαμπὰς ἡ θεία, τοῦ ἀρρήτου φωτός,
φρικτωρούσα οὐρανόθεν τοὺς δούλους σου,
μὴ ἐλλείπης Ἀγαθὴ τοὺς ἐπὶ γῆς.

Θρόνος τοῦ ὑψίστου γενομένη ἁγνή,
ἀπὸ γῆς πρὸς οὐρανὸν μεταβέβηκας,
μεταστᾶσα εἰς αἰώνιον ζωήν.

ερέων πέλεις, καύχημα εὐλαβῶν,
Ἐκκλησίας τὸ ἀκράδαντον στήριγμα,
καὶ Ὁσίων Ἀσκητῶν ἡ ἀρωγός.

Κλῖμαξ ἡ ἁγία, ἢν προεῖδε σαφῶς,
Ἰακὼβ δι’ ἧς κατέβη ὁ Ὕψιστος,
ἀνυψοῦται ἀπὸ γῆς πρὸς οὐρανόν.

Λόγος τοῦ Ὑψίστου, ὁ ἀρρήτως τεχθεὶς
ὑπὸ σοῦ, Θεοκυήτωρ,
μετέστησεν ἐκ τῆς γῆς πρὸς τὴν ἀθάνατον ζωήν.

Μαριὰμ πῶς θνῄσκεις, πῶς τῷ τάφῳ οἰκεῖς,
τῆς ζωῆς τὸν χορηγὸν ἡ γεννήσασα,
τοὺς νεκροὺς ἐξαναστήσαντα φθορᾶς;

Νύμφην τοῦ Ὑψίστου, καὶ Μητέρα σαφῶς,
Ἰησοῦ τοῦ Θείου Λόγου γινώσκομεν,
κἄν ἐν τάφῳ σὲ ὁρῶμεν ὡς φθαρτήν.

Ξένον τόκον εἶδον, ἀληθῶς οἱ πιστοί,
καὶ τὸν νοῦν εἰς οὐρανὸν νῦν μετέθεσαν,
ξενωθέντες τῆς ζωῆς τῆς κοσμικῆς.

Οὐρανὸς ὡς ἄλλος, ἀνεδείχθη Ἁγνή,
δεξαμένη τὸ σὸν σκῆνος τὸ ἄχραντον,
ἡ ἁγία καὶ σεπτὴ Γεθσημανῆ.

Πύλη σωτηρίας, ἐγεννήθης ἡμῖν,
ἀρχηγὸς τῆς νοητῆς ἀναπλάσεως,
κἄν ὑπείκεις τῇ τῆς φύσεως φθορά.

άβδος, ἡ τὸ ἄνθος, τὸ εὐῶδες Χριστόν,
ἐξανθήσασα τῷ τάφῳ νῦν τέθαπται,
ἵνα φύσῃ σωτηρίας τὸν καρπόν.

Σὺ γὰρ μόνη πέλεις, ἐν θνητοῖς ἀληθῶς,
ἀναστάσεως τὸν τύπον ἐκλάμπουσα,
Σὺ καὶ μόνη τῶν πταιόντων ἱλασμός.

Τάφος μὲν καλύπτει, τὸ σὸν σκῆνος, Ἁγνή,
τὴν δὲ θείαν σου ψυχὴν χειριζόμενος,
ὁ Υἱός σου ἀγκαλίζεται λαμπρῶς.

μνοις οὐρανίοις, ἐμελώδουν Σεμνή,
τὴν τριήμερον ταφήν σου οἱ ἄγγελοι,
καὶ τὴν δόξαν ἐμεγάλυνον τὴν σήν.

Φέγγος οὐρανόθεν, δεξαμένη Ἁγνή,
ἐχαρίτωσας ἡμᾶς τοὺς τιμῶντας σε,
καὶ γεραίροντας τὴν Κοίμησην τὴν σήν.

Χώραν ἀχωρήτου, τοῦ Θεοῦ Μαριάμ,
χρηματίσασαν καὶ ἅγιον τέμενος,
νῦν καλύπτει σὲ ἀγρὸς Γεθσημανῆς.

Ψάλλοντες τὸν τόκον, σοῦ τὸν θεῖον Ἁγνή,
ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ γεραίρομεν,
Σὲ τὸν ἔμψυχον ναὸν τόν τοῦ Θεοῦ.

θαυμάτων ξένων, ὢ πραγμάτων καινῶν,
ἡ πνοή μου τὸν δοτῆρα κυήσασα,
ἄπνους κεῖται καὶ κηδεύεται νεκρά.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.

νυμνοῦμεν Λόγε, σὲ τὸν πάντων Θεόν,
σὺν Πατρὶ καὶ τῷ Ἁγίῳ σου Πνεύματι,
καὶ δοξάζομεν οἱ πάντες εὐσεβῶς.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Μακαρίζομέν σε, Θεοτόκε Ἁγνή,
καὶ τιμῶμεν τὴν ἁγίαν σου Κοίμησιν,
καὶ τὴν ὕψωσιν ἐκ γῆς, πρὸς οὐρανόν.

Ἁγνὴ ἐν τάφῳ, κατετέθης βαβαί,
ἡ Θεὸν ἐν τῇ γαστρί σου χωρήσασα
καὶ κυήσασα ἀφράστως ἐπὶ γῆς.

Μικρὰ συνάπτῃ.
«Ὅτι ηὐλόγηταί Σου τὸ ὄνομα κα
δεδόξασταί Σου ἡ βασιλεία τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ …»