Δευτέρα 1 Φεβρουαρίου 2021

Εὐχή εἰς τόν Κύριον Ἰησοῦν Χριστόν


Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἐκ τῶν πατρικῶν κόλπων κατελθὼν ἐν τῇ γαστρὶ τῆς Ἀειπαρθένου καὶ Θεοτόκου Μαρίας, καὶ σάρκα λαβὼν καὶ γενόμενος ἄνθρωπος, ἵνα σώσῃς ἐμὲ τὸν ταλαίπωρον ἄνθρωπον, καὶ σταυρωθείς, καὶ παθών, καὶ ταφείς, καὶ ἀναστὰς τριήμερος, καὶ ἀναληφθεὶς εἰς τοὺς οὐρανούς, καὶ ἐν δεξιᾷ καθήμενος τοῦ Θεοῦ καὶ Πατρός, καὶ μέλλων ἐλθεῖ κρῖναι ζῶντας καὶ νεκρούς· μὴ μὲ ἐγκαταλίπῃς ἀπὸ τῆς ἀπείρου Σου ἐλεημοσύνης, φύλαξόν με ὑπὸ τὴν σκέπην τῶν πτερύγων Σου, στήριξον τὸν φόβον Σου εἰς τὴν καρδίαν μου, καθήλωσον ἐκ τοῦ φόβου Σου τὰς σάρκας μου, ἐλέησόν με κατὰ τὸ μέγα ἔλεός Σου, ἀξίωσόν με τῆς Οὐρανίου Σου Βασιλείας, λύτρωσαί με ἀπὸ πάσης ἀδικίας, ἀπὸ πάσης συκοφαντίας, ἀπὸ πάσης πλεονεξίας, ἀπὸ πάσης ἔριδος, ἀπὸ παντὸς ἀνιέρου συμβεβηκότος, κατάπεμψόν μοι Ἄγγελον εἰρήνης, πιστὸν ὁδηγόν, φύλακα τῆς ψυχῆς καὶ τοῦ σώματός μου· ἐξελοῦ με ἀπὸ ἀνθρώπου πονηροῦ, καὶ ἀπ᾿ ἀνδρὸς ἀδίκου, καὶ δολίου, καὶ ῥῦσαί με πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων τῶν ἀπ᾿ αἰῶνός σοι εὐαρεστησάντων. Ἀμήν.

(Ἐκ τοῦ περιοδικοῦ· Ἁγιορείτικη Μαρτυρία, Ἱ. Μ. Ξηροποτάμου)