Τρίτη, 1 Αυγούστου 2017

Μικρός Παρακλητικός Κανόνας


Ὁ Ἱερέας: Εὐλογητός ὁ Θεός ἠμῶν, πάντοτε, νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός 142
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου. Καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθησε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’
ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς
χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου κύριε ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν
εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου ὅτι ἐπί σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν ἐν ἡ πορεύσομαι ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελού μέ ἐκ τῶν ἐχθρῶν
μου, Κύριε, πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου ὅτι σύ εἰ ὁ Θεός μου. Τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία, ἕνεκα τοῦ ὀνόματός σου, Κύριε
ζήσεις μέ. Ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου ὅτι ἐγώ
δοῦλός σου εἰμι.

Καί ἀμέσως λέει ὁ Χορός:
Ἦχος δ΄.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἤμυναμην αὐτούς,
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Μετά λένε τά ἑξῆς Τροπάρια
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τή Θεοτόκω ἐκτενῶς νῦν προσδράμωμεν, * ἁμαρτωλοί καί ταπεινοί, καί προσπέσωμεν * ἐν μετανοία, κράζοντες ἐκ βάθους ψυχῆς, * Δέσποινα, βοήθησον ἐφ’ ἠμίν σπλαγχνισθεῖσα,
* σπεῦσον, ἀπολλύμεθα ὑπό πλήθους πταισμάτων, * μή ἀποστρέψης σούς δούλους κενούς, * σέ γάρ καί μόνην ἐλπίδα κεκτήμεθα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί πάλι τό ἴδιο ἤ τό Ἀπολυτίκιο τοῦ ἁγίου του Ναοῦ.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.

Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, * τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, * εἰμή γάρ σύ προϊστασο πρεσβεύουσα, * τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; * Τίς δέ διεφύλαξεν
ἕως νῦν ἐλευθέρους; * Οὐκ ἀποστῶμεν, Δέσποινα, ἔκ σού, * σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ἀναγνώστης
Ψαλμός Ν΄ (50)

Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς
ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά
κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μέ ἀγαλλίασιν καί εὐφροσύνην ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί πνεῦμα εὐθές
ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμα τό Ἅγιον μή ἀντανέλης ἀπ’ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί
πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλώσσα
μου τήν δικαιοσύνην σου. Κύριε τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ
Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιων, καί οἰκοδομηθήτω τά τείχη
Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν σου μόσχους.

Ἦχος πλ. δ΄. Ὠδή ἅ΄. Ὁ Εἱρμός
Ὑγρᾶν διοδεύσας ὡσεί ξηράν, * καί τήν αἰγυπτίαν μοχθηρίαν διαφυγῶν, * ὁ Ἰσραηλίτης ἀνεβόα, * Τῷ Λυτρωτή καί Θεῶ ἠμῶν ἄσωμεν.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Πολλοῖς συνεχόμενος πειρασμοῖς, * πρός σέ καταφεύγω, σωτηρίαν ἐπιζητῶν. * Ὤ Μῆτερ τοῦ Λόγου καί Παρθένε, * τῶν δυσχερῶν καί δεινῶν μέ διασωσον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Παθῶν μέ ταράττουσι προσβολαί, * πολλῆς ἀθυμίας, ἐμπιπλῶσαι μου τήν ψυχήν, * εἰρήνευσον, Κόρη, τή γαλήνη, * τή τοῦ Υἱοῦ καί Θεοῦ σου, Πανάμωμε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Σωτήρα τεκοῦσαν σέ καί Θεόν, * δυσωπῶ, Παρθένε, λυτρωθῆναι μέ τῶν δεινῶν, * σοί γάρ νῦν προσφεύγων ἀνατείνω, * καί τήν ψυχήν καί τήν διάνοιαν.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νοσοῦντα τό σῶμα καί τήν ψυχήν, * ἐπισκοπῆς θείας, καί προνοίας τῆς παρά σου, * ἀξίωσον, μόνη Θεομῆτορ, * ὡς ἀγαθή ἀγαθοῦ τέ λοχεύτρια.

Ὠδή γ΄. Εἱρμός
Οὐρανίας ἁψίδος, ὀροφουργέ Κύριε, * καί τῆς Ἐκκλησίας δομῆτορ, σύ μέ στερέωσον, * ἐν τή ἀγάπη τή σή, τῶν ἐφετῶν ἡ ἀκρότης, * τῶν πιστῶν τό στήριγμα, μόνε φιλάνθρωπε.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Προστασίαν καί σκέπην, ζωῆς ἐμῆς τίθημι, * Σέ, Θεογεννῆτορ, Παρθένε, σύ μέ κυβέρνησον,* πρός τόν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, * τῶν πιστῶν τό στήριγμα, μόνη πανύμνητε. χριστιανος.gr
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἱκετεύω, Παρθένε, τόν ψυχικόν τάραχον, * καί τῆς ἀθυμίας τήν ζάλην διασκεδᾶσαι μου, * σύ γάρ, Θεονυμφε, τόν ἀρχηγόν τῆς γαλήνης, * τόν Χριστόν ἐκύησας, μόνη πανάχραντε.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Εὐεργέτην τεκοῦσα, τόν τῶν καλῶν αἴτιον, * τῆς εὐεργεσίας τόν πλοῦτον, πάσιν ἀναβλυσον,* πάντα γάρ δύνασαι, ὡς δυνατόν ἐν ἰσχύϊ, * τόν Χριστόν κυήσασα, Θεομακάριστε.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Χαλεπαῖς ἀρρωστίαις, καί νοσεροῖς πάθεσιν, * ἐξεταζομένω, Παρθένε, σύ μοί βοήθησον, * τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ σέ γινώσκω,* θησαυρόν, Πανάμωμε, τόν ἀδαπάνητον.

Διασωσον, * ἀπό κινδύνων, τούς δούλους σου, Θεοτόκε, * ὅτι πάντες μετά Θεόν, εἰς σέ καταφεύγομεν, * ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.
Ἐπιβλεψον,* ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ὁ Ἱερέας: Ἐλέησον ἠμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
Ὁ Χορός: Κύριε ἐλέησον (3)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρός καί Ἀρχιεπισκόπου ἠμῶν (δεινός) καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Ὁ Χορός: Κύριε ἐλέησον (3)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ,
[ὀνόματα] καί πάντων τῶν παρακολουθούντων τήν ἁγίαν παρακλησην ταύτην καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτῶν πᾶν πλημμέλημα ἑκούσιον τέ καί ἀκούσιον.
Ὁ Χορός: Κύριε ἐλέησον (3)
Ὁ Ἱερέας: Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Κάθισμα Ἦχος β΄. Τά ἄνω ζητῶν
Πρεσβεία θερμή, καί τεῖχος ἀπροσμάχητον,* ἐλέους πηγή, τοῦ κόσμου καταφύγιον,* ἐκτενῶς βοῶμεν σοί, Θεοτόκε Δέσποινα, προφθασον, * καί ἐκ κινδύνων λύτρωσαι ἠμᾶς,*
ἡ μόνη ταχέως προστατεύουσα.

Ὠδή δ΄. Εἱρμός
Εἰσακήκοα, Κύριε, * τῆς οἰκονομίας σου τό μυστήριον, * κατενόησα τά ἔργα σου, * καί ἐδόξασά σου τήν θεότητα.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τῶν παθῶν μου τόν τάραχον, * ἡ τόν κυβερνήτην τεκοῦσα Κύριον, * καί τόν κλύδωνα κατεύνασον, * τῶν ἐμῶν πταισμάτων, Θεονύμφευτε.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Εὐσπλαγχνίας τήν ἄβυσσον, * ἐπικαλουμένω τῆς σῆς παρασχου μοί, * ἡ τόν εὔσπλαγχνον κυήσασα, * καί Σωτήρα πάντων, τῶν ὑμνούντων σέ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἀπολαύοντες, Παναγνέ, * τῶν σῶν δωρημάτων εὐχαριστήριον, * ἀναμέλπομεν ἐφύμνιον, * οἱ γινώσκοντες σέ Θεομήτορα.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οἱ ἐλπίδα καί στήριγμα, * καί τῆς σωτηρίας τεῖχος ἀκράδαντον, * κεκτημένοι σέ, Πανύμνητε,* δυσχερείας πάσης, ἐκλυτρούμεθα.

Ὠδή ἐ΄. Εἱρμός
Φώτισον ἠμᾶς, τοῖς προστάγμασί σου, Κύριε,* καί τῷ βραχίονί σου τῷ ὑψηλῶ, * τήν σήν εἰρήνην, * παρασχου ἠμίν, φιλάνθρωπε.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ἔμπλησον, Ἁγνή, εὐφροσύνης τήν καρδίαν μου, * τήν σήν ἀκήρατον διδοῦσα χαράν, * τῆς εὐφροσύνης, * ἡ γεννήσασα τόν αἴτιον.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Λύτρωσαι ἠμᾶς, ἐκ κινδύνων, Θεοτόκε Ἁγνή,* ἡ αἰωνίαν τεκοῦσα λύτρωσιν, * καί τήν εἰρήνην, * τήν πάντα νοῦν ὑπερέχουσαν.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Λύσον τήν ἀχλύν, τῶν πταισμάτων μου, Θεονυμφε, * τῷ φωτισμῶ τῆς σῆς λαμπρότητος, * ἡ φῶς τεκοῦσα, * τό θεῖον καί προαιώνιον.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἴασαι Ἁγνή, τῶν παθῶν μου τήν ἀσθένειαν, * ἐπισκοπῆς σου ἀξιώσασα, * καί τήν ὑγείαν, * τή πρεσβεία σου παρασχου μοί.

Ὠδή στ΄. Εἱρμός
Τήν δέησιν ἐκχεῶ πρός Κύριον, * καί αὐτῶ ἀπαγγελῶ μου τάς θλίψεις, * ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, * καί ἡ ζωή μου τῷ Ἅδη προσήγγισε, * καί δέομαι ὡς Ἰωνάς,
* Ἐκ φθορᾶς, ὁ Θεός μέ ἀνάγαγε.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Θανάτου καί τῆς φθορᾶς ὡς ἔσωσεν, * ἑαυτόν ἐκδεδωκῶς τῷ θανάτω, * τήν τή φθορά καί θανάτω μου φύσιν, * κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, * τόν Κύριόν σου καί Υἱόν,
* τῆς ἐχθρῶν κακουργίας μέ ρύσασθαι.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Προστάτιν σέ, τῆς ζωῆς ἐπίσταμαι, * καί φρουράν ἀσφαλεστάτην Παρθένε, * τῶν πειρασμῶν διαλύουσαν ὄχλον, * καί ἐπηρείας δαιμόνων ἐλαύνουσαν, * καί δέομαι διαπαντός,
* ἐκ φθορᾶς τῶν παθῶν μου ρυσθῆναι μέ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ὡς τεῖχος, καταφυγῆς κεκτήμεθα, * καί ψυχῶν σέ παντελῆ σωτηρίαν, * καί πλατυσμόν ἐν ταῖς θλίψεσι, Κόρη, * καί τῷ φωτί σου ἀεί ἀγαλλόμεθα. * Ὤ Δέσποινα, καί νῦν ἠμᾶς,
* τῶν παθῶν καί κινδύνων διασωσον.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἐν κλίνη νῦν, ἀσθενῶν κατακεῖμαι, * καί οὐκ ἔστιν ἴασις τή σαρκί μου, * ἀλλ’ ἡ Θεόν καί Σωτήρα τοῦ κόσμου, * καί τόν λυτήρα τῶν νόσων κυήσασα, * σού δέομαι τῆς ἀγαθῆς,
* ἐκ φθορᾶς νοσημάτων ἀναστησον.

Διασωσον,* ἀπό κινδύνων, τούς δούλους σου, Θεοτόκε, * ὅτι πάντες μετά Θεόν, εἰς σέ καταφεύγομεν, * ὡς ἄρρηκτον τεῖχος καί προστασίαν.
Ἄχραντε, * ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, * ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, * ὡς ἔχουσα μητρικήν παρρησίαν.

Κοντάκιον Ἦχος β΄.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρός τόν Ποιητήν ἀμετάθετε, μή παρίδης ἁμαρτωλῶν δεήσεων φωνᾶς, ἀλλά προφθασον, ὡς ἀγαθή, εἰς τήν βοήθειαν ἠμῶν,
τῶν πιστῶς κραυγαζόντων σοί. Τάχυνον εἰς πρεσβείαν, καί σπεῦσον εἰς ἱκεσίαν, ἡ προστατεύουσα ἀεί, Θεοτόκε, τῶν τιμώντων σέ.

Τό Ἅ΄ Ἀντίφωνο τῶν Ἀναβαθμῶν. Ἦχος δ΄.
Ἐκ νεότητός μου, πολλά πολεμεῖ μέ πάθη, ἀλλ’ αὐτός ἀντιλαβού, καί σῶσον, Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιῶν, αἰσχύνθητε ἀπό τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρί ἔσεσθε ἀπεξηραμμένοι. (δίς)

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἁγίω Πνεύματι, πάσα ψυχή ζωοῦται, καί καθάρσει ὑψοῦται, λαμπρύνεται τή Τριαδική μονάδι, ἱεροκρυφίως.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ἁγίω Πνεύματι, ἀναβλύζει τά τῆς χάριτος ρεῖθρα, ἀρδεύοντα ἅπασαν τήν κτίσιν, πρός ζωογονίαν.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάση γενεά καί γενεά.
Στίχος: Ἄκουσον, θύγατερ, καί ἴδε, καί κλῖνον τό οὖς σου, καί ἐπιλάθου τοῦ λαοῦ σου, καί τοῦ οἴκου τοῦ πατρός σου, καί ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάση γενεά καί γενεά.

Ὁ Ἱερέας: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἠμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἠμῶν ἰκετεύσωμεν.
Ὁ Χορός: Κύριε, ἐλέησον (τρεῖς φορές).
Ὁ Ἱερέας: Σοφία. Ὀρθοί. Ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πάσι.
Ὁ Χορός: Καί τῷ Πνεύματί σου.
Ὁ Ἱερέας: Ἐκ τοῦ κατά Λουκᾶν ἁγίου Εὐαγγελίου τό ἀνάγνωσμα. Προσχωμεν.
Ὁ Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.

Ὁ Ἱερέας: (Λούκ. ἅ΄ 39-49,56)
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστάσα Μαριάμ ἐπορεύθη εἰς τήν ὀρεινήν μετά σπουδῆς, εἰς πόλιν Ἰούδα, καί εἰσῆλθεν εἰς τόν οἶκον Ζαχαρίου, καί ἠσπάσατο τήν Ἐλισάβετ. Καί ἐγένετο
ὡς ἤκουσεν ἡ Ἐλισάβετ τόν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τό βρέφος ἐν τή κοιλία αὐτῆς, καί ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καί ἀνεφώνησε φωνή μεγάλη, καί εἶπεν,
Εὐλογημένη σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας σου, καί πόθεν μοί τοῦτο, ἴνα ἔλθη ἡ μήτηρ τοῦ Κυρίου μου πρός μέ; ἰδού γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ
σου εἰς τά ὦτα μου, ἐσκίρτησε τό βρέφος ἐν ἀγαλλιάσει ἐν τή κοιλία μου. Καί μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτή παρά Κυρίου. Καί εἶπε Μαριάμ,
Μεγαλύνει ἡ ψυχή μου τόν Κύριον, καί ἠγαλλίασε τό πνεῦμα μου ἐπί τῷ Θεῶ τῷ σωτήρι μου, ὅτι ἐπέβλεψεν ἐπί τήv ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδού γάρ, ἀπό τοῦ νῦν
μακαριούσι μέ πᾶσαι αἵ γενεαί. Ὅτι ἐποίησε μοί μεγαλεία ὁ δυνατός, καί ἅγιοv τό ὄνομα αὐτοῦ. Ἔμεινε δέ Μαριάμ σύν αὐτή ὡσεί μήνας τρεῖς, καί ὑπέστρεψεν εἰς τόν οἶκοv αὐτῆς.

Ὁ Χορός: Δόξα σοί, Κύριε, δόξα σοί. χριστιανος.gr

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ἦχος β΄.
Πάτερ, Λόγε, Πνεῦμα, Τριάς ἡ ἐν Μονάδι, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Μή καταπιστεύσης μέ, ἀνθρωπίνη προστασία, Παναγία δέσποινα, ἀλλά δέξαι δέησιν, τοῦ ἰκέτου σου, θλίψις γάρ ἔχει μέ, φέρειν οὐ δύναμαι, τῶν δαιμόνων τά τοξεύματα, σκέπην οὐ
κέκτημαι, οὐδέ πού προσφύγω ὁ ἄθλιος, πάντοθεν πολεμούμενος, καί παραμυθίαν οὐκ ἔχω πλήν σου, Δέσποινα τοῦ κόσμου, ἐλπίς καί προστασία τῶν πιστῶν, μή μοῦ παρίδης τήν
δέησιν, τό συμφέρον ποίησον.

Θεοτοκίο
Οὐδείς προστρέχων ἐπί σοῖ, κατησχυμένος ἀπό σου ἐκπορεύεται, ἁγνή Παρθένε Θεοτόκε, ἀλλ’ αἰτεῖται τήν χάριν, καί λαμβάνει τό δώρημα, πρός τό συμφέρον τῆς αἰτήσεως.
Μεταβολή τῶν θλιβομένων, ἀπαλλαγῆ τῶν ἀσθενούντων ὑπάρχουσα, Θεοτόκε Παρθένε, σῶζε πόλιν καί λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη
προστασία τῶν πιστῶν.

Ὁ Ἱερέας:
Σῶσον, ὁ Θεός, τόν λαόν σου, καί εὐλόγησον τήν κληρονομίαν σου: ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια: πρεσβείαις τῆς παναχράντου, Δεσποίνης ἠμῶν, Θεοτόκου καί ἀειπαρθένου Μαρίας: δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν
τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἰκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου προδρόμου καί Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων, καί πανευφήμων Ἀποστόλων, τοῦ ἁγίου
ἐνδόξου πανευφήμου Ἀποστόλου Βαρνάβα, τῶν ἐν ἁγίοις Πατέρων ἠμῶν, μεγάλων Ἱεραρχῶν, καί Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου
καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας: Νικολάου τοῦ ἐν Μύροις , Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος,
τῶν θαυματουργῶν. τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος, καί Θεοδώρου τοῦ Στρατηλάτου καί
Μηνᾶ τοῦ θαυματουργοῦ, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν, τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης,
(ἅγιος της ἡμέρας), καί πάντων σου τῶν Ἁγίων. ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὁ Χορός: Κύριε, ἐλέησον (Δώδεκα φορές)
Ὁ Ἱερέας: Ἐλέει, καί οἰκτιρμοῖς, καί φιλανθρωπία τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ’ οὐ εὐλογητός εἰ, σύν τῷ παναγίω καί ἀγαθῶ καί ζωοποιῶ σου Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς
αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Ὠδή ζ΄. Ὁ Εἱρμός
Οἱ ἐκ τῆς Ἰουδαίας, * καταντήσαντες Παῖδες ἐν Βαβυλώνι ποτέ, * τή πίστει τῆς Τριάδος, * τήν φλόγα τῆς καμίνου, * κατεπάτησαν ψάλλοντες,* Ὁ τῶν Πατέρων ἠμῶν Θεός, εὐλογητός εἰ.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τήν ἠμῶν σωτηρίαν, * ὡς ἠθέλησας Σῶτερ, οἰκονομήσασθαι, * ἐν μήτρα τῆς Παρθένου, * κατώκησας τῷ κόσμω, * ἤν προστάτιν ἀνέδειξας, * Ὁ τῶν Πατέρων ἠμῶν Θεός,
εὐλογητός εἰ.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς. χριστιανος.gr
Θελητήν τοῦ ἐλέους, * ὄν ἐγέννησας, Μῆτερ ἁγνή δυσώπησον, * ρυσθῆναι τῶν πταισμάτων,* ψυχῆς τέ μολυσμάτων, * τούς ἐν πίστει κραυγάζοντας, * Ὁ τῶν Πατέρων ἠμῶν Θεός,
εὐλογητός εἰ.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Θησαυρόν σωτηρίας, * καί πηγήν ἀφθαρσίας, τήν σέ κυήσασαν, * καί πύργον ἀσφαλείας, * καί θύραν μετανοίας, * τοῖς κραυγάζουσιν ἔδειξας, * Ὁ τῶν Πατέρων ἠμῶν Θεός,
εὐλογητός εἰ.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Σωμάτων μαλακίας, * καί ψυχῶν ἀρρωστίας, Θεογεννήτρια, * τῶν πόθω προσιόντων, * τή σκέπη σου τή θεία, * θεραπεύειν ἀξίωσον, * ἡ τόν Σωτήρα Χριστόν, ἠμίν ἀποτεκοῦσα.

Ὠδή ἡ΄. Ὁ Εἱρμός
Τόν Βασιλέα τῶν οὐρανῶν, ὄν ὑμνούσι * στρατιαί τῶν Ἀγγέλων, ὑμνεῖτε, * καί ὑπερυψοῦτε * εἰς πάντας τούς αἰώνας.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τούς βοηθείας, τῆς παρά σου δεομένους, * μή παρίδης Παρθένε, ὑμνοῦντας, * καί ὑπερυψούντας * σέ, Κόρη, εἰς αἰώνας.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Τῶν Ἰαμάτων, τό δαψιλές ἐπιχέεις, * τοῖς πιστῶς ὑμνούσι σέ Παρθένε, * καί ὑπερυψούσι* τόν ἄφραστόν σου τόκον.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Τάς ἀσθενείας μου τῆς ψυχῆς ἰατρεύεις, * καί σαρκός τάς ὀδύνας, Παρθένε, * ἴνα σέ δοξάζω* τήν Κεχαριτωμένην.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῶν πειρασμῶν σύ τάς προσβολᾶς ἐκδιώκεις,* καί παθῶν τάς ἑφόδους Παρθένε, * ὅθεν σέ ὑμνοῦμεν * εἰς πάντας τούς αἰώνας.

Ὠδή Θ΄. Ὁ Εἱρμός
Κυρίως Θεοτόκον, * σέ ὁμολογοῦμεν, * οἱ διά σου σεσωσμένοι, Παρθένε ἁγνή, * σύν Ἀσωμάτοις χορείαις, σέ μεγαλύνοντες.

Τροπάρια
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Ροήν μου τῶν δακρύων, * μή ἀποποιήσης, * ἡ τόν παντός ἐκ προσώπου πᾶν δάκρυον, * ἀφηρηκότα Παρθένε, Χριστόν κυήσασα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Χαρᾶς μου τήν καρδίαν, * πλήρωσον, Παρθένε, * ἡ τῆς χαρᾶς δεξαμένη τό πλήρωμα,* τῆς ἁμαρτίας τήν λύπην, ἑξαφανίσασα.
Ὑπεραγία Θεοτόκε, σῶσον ἠμᾶς.
Λιμήν καί προστασία, * τῶν σοί προσφευγόντων, * γενοῦ Παρθένε, καί τεῖχος ἀκράδαντον, * καταφυγή τέ καί σκέπη, καί ἀγαλλίαμα.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Φωτός σου ταῖς ἀκτίσι, * λάμπρυνον, Παρθένε, * τό ζοφερόν της ἀγνοίας διώκουσα,* τούς εὐσεβῶς Θεοτόκον, σέ καταγγέλλοντας.
Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν. χριστιανος.gr
Κακώσεως ἐν τόπω, * τῷ τῆς ἀσθενείας, * ταπεινωθέντα, Παρθένε, θεράπευσον, * ἐξ ἀρρωστίας εἰς ρῶσιν, μετασκευάζουσα.

Μεγαλυνάρια
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί Μητέρα τοῦ Θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ, καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σέ μεγαλύνομεν.

Καί ὁ Ἱερέας θυμιατίζει τό Θυσιαστήριο καί τό Λαό. Μεγαλυνάρια
Ἦχος πλ. β΄. Τήν τιμιωτέραν.

Τήν ὑψηλοτέραν τῶν οὐρανῶν, καί καθαρωτέραν λαμπηδόνων ἡλιακῶν, τήν λυτρωσαμένην, ἠμᾶς ἐκ τῆς κατάρας, τήν Δέσποιναν τοῦ κόσμου, ὕμνοις τιμήσωμεν.
Ἀπό τῶν πολλῶν μου ἁμαρτιῶν, ἀσθενεῖ τό σῶμα, ἀσθενεῖ μου καί ἡ ψυχή, πρός σέ καταφεύγω τήν Κεχαριτωμένην, ἐλπίς ἀπηλπισμένων, σύ μοί βοήθησον.
Δέσποινα καί μήτηρ τοῦ Λυτρωτοῦ, δέξαι παρακλήσεις, ἀναξίων σῶν ἱκετῶν, ἴνα μεσιτεύσης πρός τόν ἔκ σού τεχθέντα. Ὤ Δέσποινα, τοῦ κόσμου γενοῦ μεσίτρια.
Ψάλλομεν προθύμως σοί τήν ὠδήν, νῦν τή πανυμνήτω, Θεοτόκω χαρμονικῶς, μετά τοῦ Προδρόμου, καί πάντων τῶν Ἁγίων, δυσώπει, Θεοτόκε, τοῦ οἰκτειρῆσαι ἠμᾶς.
Ἄλαλα τά χείλη τῶν ἀσεβῶν, τῶν μή προσκυνούντων, τήν εἰκόνα σου τήν σεπτήν, τήν ἱστορηθείσαν, ὑπό τοῦ ἀποστόλου, Λουκᾶ ἱερωτάτου, τήν Ὁδηγήτριαν.

Λέγεται τό Μεγαλυνάριο τοῦ ἁγίου του Ναοῦ. Καί:
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Τρισάγιον
Ὁ Ἀναγνώστης:
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἠμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι, καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ, καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Ὁ Ἱερέας: Ὅτι σου ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα, τοῦ Πατρός, καί τοῦ Υἱοῦ, καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ἀμήν.

Ὁ Ἀναγνώστης λέει τό Ἀπολυτίκιον τῆς ἡμέρας, ἐφόσον ὑπάρχει, καί ἐάν δέν ὑπάρχει λέει τά ἑπόμενα κατανυκτικά Τροπάρια:
Ἦχος πλ. β΄.

Ἐλέησον ἠμᾶς, Κύριε, ἐλέησον ἠμᾶς• * πάσης γάρ ἀπολογίας ἀποροῦντες, * ταύτην σοί τήν ἱκεσίαν, ὡς Δεσπότη * οἱ ἁμαρτωλοί προσφέρομεν• * ἐλέησον ἠμᾶς.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Κύριε, ἐλέησον ἠμᾶς, * ἐπί σοῖ γάρ πεποίθαμεν• μή ὀργισθῆς ἠμίν σφόδρα, * μηδέ μνησθῆς, τῶν ἀνομιῶν ἠμῶν• * ἀλλ’ ἐπιβλεψον καί νῦν, ὡς εὔσπλαχνος, * καί λύτρωσαι ἠμᾶς
ἐκ ἐχθρῶν ἠμῶν• * σύ γάρ εἰ Θεός ἠμῶν * καί ἠμεῖς λαός σου• * πάντες ἔργα χειρῶν σου * καί τό ὄνομά σου ἐπικεκλήμεθα.

Καί νῦν καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἀνοιξον ἠμίν, * εὐλογημένη Θεοτόκε• * ἐλπίζοντες εἰς σέ μή ἀστοχήσωμεν• * ρυσθείημεν διά σου τῶν περιστάσεων• * σύ γάρ εἰ ἡ σωτηρία τοῦ γένους
τῶν Χριστιανῶν.

Δέηση
Ὁ Ἱερέας:
Ἐλέησον ἠμᾶς ὁ Θεός κατά τό μέγα ἔλεός Σου, δεόμεθά Σου, ἐπάκουσον καί ἐλέησον.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα ὑπέρ τοῦ Πατρός καί Ἀρχιεπισκόπου ἠμῶν, (δεινός) καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ,
[ὀνόματα] καί πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τή κώμη ταύτη, τῶν ἐνοριτῶν, ἐπιτρόπων, συνδρομητῶν καί
ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ (καί μνημονεύει τά ὀνόματα ἐκείνων, γιά τούς ὁποίους τελεῖται ἡ Παράκληση).
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν καί τήν κώμην ταύτην, τήν νήσου ταύτην, καί πάσαν πόλιν καί χωρᾶν, ἀπό λοιμοῦ,
λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου καί αἰφνιδίου θανάτου, ὑπέρ τοῦ ἴλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν
καί φιλάνθρωπον Θεόν ἠμῶν, τοῦ ἀποστρέψαι καί διασκεδᾶσαι πάσαν ὀργήν καί νόσον τήν καθ’ ἠμῶν κινουμένην, καί ρύσασθαι ἠμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς,
καί ἐλεῆσαι ἠμᾶς.
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἔτι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν ἠμῶν φωνῆς τῆς δεήσεως ἠμῶν τῶν ἁμαρτωλῶν, καί ἐλεῆσαι ἠμᾶς. χριστιανος.gr
Ὁ Χορός: Κύριε, ἐλέησον. (τρεῖς φορές)
Ὁ Ἱερέας: Ἐπάκουσον ἠμῶν, ὁ Θεός ὁ Σωτήρ ἠμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γής καί τῶν ἐν θαλάσση μακράν καί ἴλεως, ἴλεως γενού ἠμίν
Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἠμῶν, καί ἐλέησον ἠμᾶς. Ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι,
νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.
Ὁ Ἱερέας: Δόξα Σοί ὁ Θεός, ἡ ἐλπίς ἠμῶν, Κύριε, δόξα Σοί.
Χριστός ὁ ἀληθινός Θεός ἠμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας Αὐτοῦ Μητρός, τῶν ἁγίων, ἐνδόξων καί πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καί
καλλινίκων Μαρτύρων, τοῦ ἁγίου (του Ναοῦ) τῶν ἁγίων καί δικαίων Θεοπατόρων Ἰωακείμ καί Ἄννης, (τοῦ ἁγίου της ἡμέρας) οὗ καί τήν μνήμην ἐπιτελοῦμεν καί πάντων τῶν Ἁγίων,
ἐλέησαι καί σῶσαι ἠμᾶς, ὡς ἀγαθός καί φιλάνθρωπος καί ἐλεήμων Θεός.

Ὁ Χορός: Τροπάρια
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου

Πάντων προστατεύεις, Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει τή κραταιά σου χειρί, ἄλλην γάρ οὐκ ἔχομεν ἁμαρτωλοί πρός Θεόν, ἐν κινδύνοις καί θλίψεσιν, ἀεί μεσιτείαν, οἱ
κατακαμπτόμενοι ὑπό πταισμάτων πολλῶν, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, ὅθεν σοί προσπίπτομεν, ρύσαι πάσης περιστάσεως τούς δούλους σου.

Ὅμοιο:
Πάντων θλιβομένων ἡ χαρά, καί ἀδικουμένων προστάτις, καί πενομένων τροφή, ξένων τέ παράκλησις, καί βακτηρία τυφλῶν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων σκέπη καί
ἀντίληψις, καί ὀρφανῶν βοηθός, Μῆτερ τοῦ Θεοῦ τοῦ Ὑψίστου, σύ ὑπάρχεις, Ἄχραντε, σπεῦσον, δυσωποῦμεν, ρύσασθαι τούς δούλους σου.

Ἦχος πλ. δ΄.
Δέσποινα, προσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Κατά τήν περίοδο τοῦ Δεκαπενταυγούστου συνηθίζεται νά ψάλλονται ἀντί γιά τά πιό πάνω Τροπάρια τά ἑξῆς: Ἐξαποστειλάρια.
Ἦχος γ΄. Ὁ οὐρανόν τοῖς ἄστροις. (Ὀκτασύλλαβοι)

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανή τῷ χωρίω, κηδεύσατέ μου τό σῶμα, καί σύ, Υἱέ καί Θεέ μου, παράλαβέ μου τό πνεῦμα.
Ὁ γλυκασμός τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καί ρύσαι, τῶν αἰωνίων βασάνων.
Καί σέ μεσίτριαν ἔχω, πρός τόν φιλάνθρωπον Θεόν, μή μοῦ ἐλέγξη τάς πράξεις, ἐνώπιον τῶν Ἀγγέλων, παρακαλῶ σέ, Παρθένε, βοήθησον μοί ἐν τάχει.
Χρυσοπλοκώτατε πύργε, καί δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πώς γαλουχεῖς τόν Δεσπότην.

Ὁ Ἱερέας: Δί’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ, ἐλέησον καί σῶσον ἠμᾶς.
Ὁ Χορός: Ἀμήν.