Τρίτη, 9 Μαΐου 2017

Εὐχή εἰς τόν Κύριον ἡμῶν Ἰησοῦ Χριστόν


Κύριε ὁ Θεός, χάρισαί μοι ἐξ ὅλης
μου τῆς καρδίας Σέ ποθεῖν·
ποθοῦντι Σέ ζητεῖν·
ζητοῦντι Σέ εὑρεῖν·
εὑρόντι Σέ ἀγαπᾶν·
ἀγαπήσαντι δέ, τῶν ἐν ἐμοί κακῶν ἀπαλλαχθῆναι·
ἀπαλλαχθέντι δέ, μηκέτι πάλιν ἐπί τά αὐτά ἐπιστρέψαι.
Δός, Κύριε ὁ Θεός μου,
μετάνοιαν τῇ ψυχῇ μου,
κατάνυξιν τῇ καρδίᾳ μου,
πηγήν δακρύων τοῖς ὀφθαλμοῖς μου καί ταῖς
χερσί μου ἐλεημοσύνης δαψίλειαν.

Ὁ Βασιλεύς μου, ἀπόσβεσον τάς ἐν
ἐμοί ἀναφλεγομένας τῆς σαρκός ὀρέξεις,
καί τό πῦρ τῆς Σῆς ἀγάπης ἐπάναψον.

Ὁ ῥύστης μου, ἀποσκέδασον ἀπ᾿ ἐμοῦ
πνεῦμα ὑπερηφανείας καί ἵλεώς μοι μετάδος
τοῦ πλούτου τῆς Σῆς χρηστότητος.

Ὁ Σωτήρ μου, ἀπόστρεψον ἀπ᾿ ἐμοῦ
τόν θυμόν τῆς ὀργῆς Σου καί κατοικτείρας
τῷ τῆς ὑπομονῆς θυρεῷ κατάφραξον.

Ὁ πλάστης μου, ἔκτιλόν μου ἀπό τῆς
ψυχῆς ἅπασαν σαπρώδη πικρίαν, καί
γλυκασμόν ἐπιεικείας τῇ ἐμῇ διανοίᾳ πρυτάνευσον.

Ὁ Πατήρ τῶν οἰκτιρμῶν καί τοῦ ἐλέους,
δώρησαί μοι πίστιν ἀσάλευτον,
ἐλπίδα ἀκαταίσχυντον,
ἀγάπην ἀδιάλειπτον.
Ἀμήν!

(Ἀπό τό Κεκραγάριον τοῦ Ἁγίου Αὐγουστίνου)