Τρίτη 25 Απριλίου 2017

Δόξα σοι, Παναγία Τριάς, ο Θεός ημών


Δόξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δόξα σοι, Κύριε ὁ Θεός ἡμῶν, ὁ ἀει παρορῶν τὰς ἁμαρτίας ἡμῶν.
Δόξα σοι, Κύριε ὁ Θεὸς ἡμῶν, ὁ καταξιώσας με καὶ τὴν σήμερον θεάσασθαι.
Δόξα σοι, Παναγία Τριάς, ὁ Θεὸς ἡμῶν.
Προσκυνῶ τὴν ἀγαθότητά σου τὴν ἀνεκδιήγητον.
Ὑμνῶ τὴν μακροθυμίαν σου τὴν ἀνεξιχνίαστον.
Εὐχαριστῶ καὶ δοξολογῶ τὸ ἀμέτρητόν σου ἔλεος, ὅτι μυρίων κολάσεων καὶ τιμωριῶν ὄντα ἄξιον, ἐλεεῖς καὶ εὐεργετεῖς με μυρίαις εὐεργεσίαις.
Δόξα σοι, Κύριε ὁ Θεός μου, πάντων ἕνεκα. 

Πηγή: http://xristianos.gr