Κυριακή, 13 Νοεμβρίου 2016

Προσευχή στην Παναγία Στην Αμόλυντη


 
Δέξαι, Δέσποινα, ταχέως τας θερμάς μου ικεσίας,
και προσάγαγε Κυρίω, Κόρη, Μήτηρ του Θεού μου.
Σκέδασον δε τας ενέδρας και το θράσος του εχθρού μου,
και της υψηλής σου δείξον αξιόν με προστασίας,
λύσον συ τας περιστάσεις των εις Σε καταφευγόντων,
αποδίωξον τα στίφη των εμέ καταθλιβόντων.

Συ αφόπλισον, Παρθένε, δυσμενείς μοι πολεμίους
και αλάστορας εχθρούς μου, επιβούλους και δολίους.
Την κατώδυνον ψυχήν μου εκ πληγών και εκ τραυμάτων
δια Σων, αγνή Παρθένε, ανωδύνων ιαμάτων,
σπέυσον ίασαι και σώσον και εκ των αρωστημάτων,
των πολυωδύνων νόσων και παθών μου ανιάτων.