Τετάρτη 25 Δεκεμβρίου 2013

Εἰς τὴν γέννησιν τοῦ Kυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ


Ἅγιος Ἰωάννης ο Χρυσόστομος

Πολλαὶ μὲν καὶ ἀναρίθμητοι τῶν Χριστιανῶν αἱ θεοφιλεῖς πανηγύρεις·
τί δὲ τῆς παρούσης πανηγυρικώτερον, ὅτι ὁ δεσπότης Χριστὸς ἐγεννήθη καὶ ὁ κόσμος ἀνεγεννήθη;

Ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ Ἀδὰμ ἀνεκλήθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ Εὕα τῆς λύπης ἐλυτρώθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ δράκων ἠφανίσθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ παράδεισος ἀνεκαινίσθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ διάβολος κατεκρίθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ ᾅδης ἠλλοιώθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ γῆ ἀνεκτίσθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ ἀὴρ ἐκαθάρθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ οὐρανὸς ηὐφράνθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ Ἰουδαϊσμὸς ἐμειώθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ὁ Χριστιανισμὸς ἐπυκνώθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ συναγωγὴ ἐκαπνίσθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ ἡ ἐκκλησία εὐωδιάσθη·
ὁ Χριστὸς ἐγεννήθη καὶ τὸ φῶς προσετέθη.

Σήμερον γὰρ καὶ τοῦ σωματικοῦ φωτὸς αὔξησις καὶ τοῦ πνευματικοῦ ἔλλαμψις.
Τοῦ γὰρ ἡλίου τῆς δικαιοσύνης Χριστοῦ ἐκ τῆς παρθενικῆς ἀδιαφθάρτου παστάδος ἀνατείλαντος, τὸ σκότος τῆς ἀσεβείας ἀπελάθη καὶ τὸ φῶς τῆς εὐσεβείας διεδόθη, ὁ παγετὸς τῆς βλασφημίας διελύθη, ὁ δὲ καρπὸς τῆς θεογνωσίας ἐπιάνθη καὶ ὁ ἀστὴρ τῆς ἀληθείας εἰς πάντας ἀνέτειλεν.
Ὅθεν τοῦτο τὸ φῶς θεωρήσαντες οἱ προφῆται ἐκ πολλῶν τῶν χρόνων ἐβόων πρὸς αὐτὸν λέγοντες·
Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.
Τί ἐστιν Ἐν τῷ φωτί σου ὀψόμεθα φῶς;
Ἐν σοί φησι τὸν πατέρακατανοήσομεν·
φῶς γὰρ εἶ φωτὸς μηνυτικόν.
Πῶς οὖν πανηγυρίζομεν σήμερον,
τοῦ ἀΰλου φωτὸς Χριστοῦ ἀΰλως παρακύψαντος
ἐκ τῆς ἀτοιχωρύχου παρθενικῆς πηγῆς;
Οὐκέτι τὰ εἴδωλα ψηλαφῶμεν,
ἀλλὰ τὰ θυσιαστήρια κατανοοῦμεν·
οὐκέτι ἐγγαστριμύθους ἀξιοῦμεν,
ἀλλὰ προφήτας παρακαλοῦμεν·
οὐκέτι ἐπαοιδοὺς θεραπεύομεν,
ἀλλ' ἀποστόλους ἐγκωμιάζομεν·
οὐκέτι ὑπὸ δένδρον εἰδωλολατροῦμεν,
ἀλλ' ὑπὸ τὸν σταυρὸν κυριολογοῦμεν·
οὐκέτι τὰ τέκνα ἡμῶν τοῖς δαιμονίοις θύομεν,
ἀλλὰ τὰς καρδίας ἡμῶν ἀναγινώσκομεν,
ἀλλ' εὐαγγέλια τῷ Θεῷ θυμιῶμεν·
οὐκέτι μυθολογίας ἐπιγινώσκομεν·
οὐκέτι Πλάτωνα καὶ Ἀριστοτέλην σεμνύνομεν,
ἀλλὰ Πέτρον καὶΠαῦλον ἐκθειάζομεν·
οὐκέτι τὴν σάρκα περιτεμνόμεθα,
ἀλλὰ τὴν ψυχὴν σφραγιζόμεθα·
οὐκέτι πικρίδας Ἰουδαϊκὰς ἐσθίομεν,
ἀλλὰ τὸ μέλι τῆς χάριτος καταπίνομεν·
οὐκέτι ἐν Βαβυλῶνι αἰχμαλωτιζόμενοι λέγομεν·
Πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας;
ἀλλὰ πανταχοῦ τῆς γῆς εὐφραινόμενοι βοῶμεν·
Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς·
οὐκέτι μερικῶς πανηγυρίζοντες πενιχρῶς παρατρύζομεν λέγοντες·
Γνωστὸς μόνον ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός,
ἀλλὰ καθολικῶς γενεθλιάζοντες πλουσίως ὑποψάλλομεν·
Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας,
ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
Μηκέτι τὸν Βάαλ προσκαλεῖσθε,
ἀλλὰ τὸν Θεὸν παρακαλεῖτε·
ἐκεῖνος ἀδολεσχεῖ,
οὗτος θαυματουργεῖ·
ἐκεῖνος καθεύδει,
οὗτος γρηγορεῖ.
Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας,
ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.
Τί ἐστιν ἀλαλάξατε;
Ἀντὶ τοῦ εὐχαριστήσατε τῷ νικοποιῷ Χριστῷ·
ἀλαλαγμὸς γὰρ νίκης ἀναγνωρισμός.
Ἀλαλάξωμεν τοίνυν τῷ νικοποιῷ Χριστῷ,
καὶ μὴ τοῖς ψευδωνύμοις εἰδώλοις προσκυνήσωμεν,
διότι πάντες οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια,
ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν.

Ἤκουες γοῦν ἀρτίως τοῦ εὐαγγελιστοῦ Ματθαίου λέγοντος·
Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου, ἰδοὺ μάγοι παρεγένοντο ἀπὸ ἀνατολῶν ἐν Ἱεροσολύμοις λέγοντες·
Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;
Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Ὢ τοῦ παραδόξου θαύματος, ὢ τοῦ φρικτοῦ ἱλαστηρίου,
ὢ τοῦ ἀκαταλήπτου μυστηρίου.
Ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ὁ δεσπότης Χριστὸς γεννᾶται,
καὶ πρὸ πάντων ὑπὸ μάγων ὁρᾶται·
ἐν ἡμέραις Ἡρῴδου,
καὶ ἀρχὴν ἡμερῶν λαμβάνει ὁ ἄναρχος·
ἐν σπηλαίῳ τίκτεται,
καὶ τῇ χειρὶ τὰ πάντα βαστάζει·
ἐν φάτνῃ τίθεται,
καὶ τροφὴ πάντων γίνεται·
σπαργάνοις κατειλεῖται,
καὶ λύσιν ἁμαρτιῶν δωρεῖται·
ἐκ μήτρας προέρχεται,
καὶ τὴν μητέρα παρθένον τηρεῖ·
εἰς Αἴγυπτον φεύγει,
καὶ εἰς οὐρανοὺς ἀνάγει·
ὡς παιδίον βαστάζεται,
καὶ ὡς Θεὸς γνωρίζεται·
Ἀρχέλαον κάμπτει,
καὶ τὸν διάβολον τύπτει·
μάγους προσκαλεῖται,
καὶ Ἰουδαίους ἀπωθεῖται·
κύνας τρέφει,
καὶ τὰ τέκνα τύπτει.

Ἀλλὰ ταῦτα ἀκούων μὴ ἀσπλαγχνίαν τοῦ δεσπότου Χριστοῦ καταψηφίσῃ, ἀλλὰ ῥᾳθυμίαν τῶν Ἰουδαίων·
ἀντεστράφη γὰρ ἡ τάξις οὐ τῇ φύσει ἀλλὰ τῇ γνώμῃ,
καὶ γέγοναν οἱ κύνες τέκνα, τὰ δὲ τέκνα κύνες.
Ἠμείφθη γὰρ ἡ προσηγορία,
ἐπειδὴ καὶ ἠλλοιώθη ἡ πολιτεία·
οἵα κύων ἡ Χαναναία γυνὴ τοὺς εἰδωλικοὺς μακέλλους ἐκλείχουσα, καὶ οἵα θυγάτηρ γέγονε τὸν Χριστὸν καὶ τοὺς μαρτυρικοὺς τύπους τῶν ἀποστόλων ἀγαπήσασα.
Ὅτε μὲν γὰρ τῷ Ἑλληνισμῷ προσεῖχεν, τότε ἔλεγε πρὸς αὐτὴν ὁ Κύριος ὀνειδιστικῶς·
Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ δοῦναι τοῖς κυναρίοις·
ὅτε δὲ τῷ Χριστιανισμῷ προσετέθη, τότε ἤκουσεν ἐγκωμιαστικῶς·
Θάρσει, θύγατερ, γενηθήτω σοι ὡς θέλεις.
Ὅτι δὲ καὶ Ἰουδαίων παῖδες ἀπὸ τέκνων κύνες προσηγορεύθησαν, μὴ παρ' ἐμοῦ δεηθήσῃ μαθεῖν, ἀλλὰ παρὰ τοῦ μακαρίου Παύλου τοῦ ἀπὸ κυνὸς γεγενημένου·
Βλέπετε τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας.
Ὅτι δὲ μᾶλλον τῶν Ἰουδαϊκῶν τέκνων οἱ Ἑλληνικοὶ κύνες καὶ ἐπέγνωσαν καὶ ἐπέδραμον τῷ δεσπότῃ Χριστῷ, ἐκ τῶν ἀρτίως ἀναγνωσθέντων λάμβανε τὴν ἀπόδειξιν.

Οἱ μάγοι ἐθνικοὶ ὑπῆρχον καὶ ἀκροθήνιοι τῶν κακῶν,
ἀλλ' ὅμως μόνον εἶδον τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ,
εὐθέως ἐν Ἱεροσολύμοις κατέδραμον καὶ κόπον ὑπέμειναν,
ἵνα θεάσωνται τὸν εἰρηκότα·
∆εῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι,
κἀγὼ ἀναπαύσω ὑμᾶς.
Καὶ οὐ μόνον κόπους ὑπέμειναν,
ἀλλὰ καὶ δῶρα προσήνεγκαν τῷ δεσπότῃ Χριστῷ μηδέπω ἀνεγνωκότες τὸν εἰρηκότα·
Μὴ ὀφθῇς ἐνώπιον τοῦ Θεοῦ σου κενός.
Βλέπε μάγων πίστιν·
οὐκ ἐσκανδάλισεν αὐτοὺς ἡ φάτνη,
οὐκ ἤγαγεν αὐτοὺς εἰς ἀπιστίαν τὸ σπήλαιον,
οὐκ εἶπον ἑαυτοῖς τῷ τῆς ἀμφιβολίας λόγῳ κλονούμενοι·
Οὗτός ἐστιν ὁ βασιλεὺς τῶν Ἰουδαίων;
Πόθεν τοῦτο;
Ἀντὶ πορφύρας ῥάκκος περιβέβληται·
ἀντὶ χρυσοστρώτου κλίνης εἰς τοὔδαφος ἔρριπται·
ἀντὶ βασιλικῶν αὐλῶν σπήλαιον ὑαίνης κατέλαβεν.
Ποῦ τῶν δορυφόρων τὸ πλῆθος;
Ποῦ τῶν ὑπασπιστῶν ἡ θεραπεία;
Ποῦ τῆς χαρμοσύνης ἡ εὐωδία;
Οὐδεὶς αὐτῷ παρακαθέζεται, μία μόνη γυνὴ παρέπεται καὶ αὐτὴ δεδοίκουσα φαίνεται μὴ γνωσθῇ ὁ τεχθείς.
Οὐδὲν τῶν ἐπιτηδείων ἔχει·
οὐδὲν βασιλικὸν ὁρῶμεν ἐν αὐτῷ·
πτωχοῦ τινός ἐστι τοῦτο τὸ γέννημα.
Ἐξέλθωμεν, ὑποστρέψωμεν, τὸν ἀστέρα μετὰ ἀκριβείας ἴδωμεν, μὴ ἄλλον ἀντ' ἄλλου προσκυνήσωμεν καὶ τὸ κέρδος ἀπολέσωμεν.
Ἀλλ' οὐδὲν τούτων οἱ μάγοι οὔτε εἶπον οὔτε ἐνενόησαν·
μόνον δὲ εἶδον τὸν δεσπότην, εὐθέως καὶ ἐπέγνωσαν καὶ προσεκύνησαν καὶ δῶρα προσεκόμισαν.
Ἔπειθε γὰρ αὐτοὺς οὐχ ἡ πτωχότης τοῦ σπηλαίου,
ἀλλ' ἡ τοῦ ἀστέρος πλουσιότης·
οὐκ ἤγαγεν αὐτοὺς εἰς ἀπιστίαν ἡ εὐτελὴς τοῦ Κυρίου τῆς ὁράσεως θέα,
ἀλλ' ἔπειθεν αὐτοὺς ἡ περιαστράπτουσα αὐτὸν τῆς θεότητος αἴγλη.
Ἐροῦσι δὲ πάντως τινές·
Τί οὖν;
Ἡ προφητεία αὕτη οὐκ ἠδύνατο ὑπὸ Ἰουδαίων γενέσθαι,
ἀλλ' ὑπὸ ἐθνικῶν μάγων;
∆ιὰ τί οὖν φησιν ὁ τῶν ὅλων Θεὸς διὰ μάγων τὴν προφητείαν ταύτην ἐποιήσατο;
∆ιὰ τί;
Ἄκουε συνετῶς.
Πρὸς κατάκρισιν τῶν Ἰουδαίων·
ἐπειδὴ γὰρ μόνον ἤκουον προφήτου περὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Κυρίου, εὐθέως ἐφονοκτόνουν, τούτου χάριν ὁ Κύριος εὐδόκησε δι' ἐθνικῶν μάγων τὴν προφητείαν ποιήσασθαι, ἵνα γνῶσιν ἐντεῦθεν Ἰουδαῖοι ὅτι ἡ εὐλογία τοῦ Ἀβραὰμ εἰς τὰ ἔθνη μετηνέχθη.

Ὅθεν καὶ ὁ Κύριος τοῦτο μηνύων ἐκ πολλῶν τῶν χρόνων εὐλογῶν τὸν Ἀβραὰμ ἔλεγεν·
Πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης.
Ψάμμον τοὺς υἱοὺς Ἰσραὴλ ὀνομάζει διὰ τὸ ἄκαρπον τῆς ψυχῆς καὶ διὰ τὸ ἁλμυρὸν τῆς γνώσεως, ἀστέρας δὲ τὰ ἔθνη διὰ τὸ φέγγος τῆς γνώσεως.
Ὅθεν καὶ ὁ μακάριος Παῦλος τοῖς ἔθνεσι γράφων ἔλεγεν·
ἐν οἷς φαίνεσθε ὡς φωστῆρες ἐν κόσμῳ.
Ἐλθόντες οὖν οἱ μάγοι ἐν Ἱεροσολύμοις ἐπηρώτων τοὺς Ἰουδαίους λέγοντες·
Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;
Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.
Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;
Ἢ ἀναγγείλατε, ἢ ἀκούσατε.
Βασιλεὺς ὁ τεχθείς, οὐράνιον τὸ δῶρον, λογικὸς ὁ ἀστήρ, ἀνατολικὸν τὸ χάρισμα, καθολικὸν τὸ μήνυμα·
ἀνάλογος ὁ ἀστὴρ τοῦ γεννηθέντος.
Ὁ κήρυξ μάτην κρύπτεται τὸν σκεπασθῆναι μὴ δυνάμενον·
ὥσπερ δὲ οὗτος ὁ ἥλιος οὐ δύναται ὑπό τινος κρυβῆναι –πανταχοῦ γὰρ καθ' ἑκάστην ἐκλάμπει–, οὕτω καὶ ὁ δεσπότης Χριστὸς ὁ τῆς δικαιοσύνης ἥλιος, Θεὸς ὢν πανταχοῦ πιστευθήσεται.
Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας.

Ἀμήν.