(Ψαλμ. ΙΒ´)
Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; ἕως πότε ἀποστρέφεις τὸ πρόσωπον
σου ἀπ᾿ ἐμοῦ;
Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μου, ὀδύνας ἐν καρδίᾳ μου, ἡμέρας καὶ
νυκτός;
Ἕως πότε ὑψωθήσεται ὁ ἐχθρός μου ἐπ᾿ ἐμέ; Ἐπίβλεψον, εἰσάκουσόν μου, Κύριε,
ὁ Θεός μου.
Φώτισον τοὺς ὀφθαλμούς μου, μήποτε ὑπνώσω εἰς θάνατον· μήποτε εἴπῃ ὁ ἐχθρός
μου· Ἴσχυσα πρὸς αὐτόν.
Οἱ θλίβοντές με ἀγαλλιάσονται, ἐὰν σαλευθῶ· ἐγὼ δέ, ἐπὶ τῷ ἐλέει σου
ἤλπισα.
Ἀγαλλιάσεται ἡ καρδία μου ἐπὶ τῷ σωτηρίῳ σου· ᾄσω τῷ Κυρίῳ τῷ εὐεργετήσαντί
με, καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου.