Τρίτη, 6 Δεκεμβρίου 2016

Παρακλητικός Κανών στον Άγιο Νικόλαο Αρχιεπίσκοπο Μύρων της Λυκίας για τους ναυαγούς


Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.
Δόξα σοί, ὁ Θεός ἠμῶν, δόξα σοί.
Βασιλεῦ Οὐράνιε, Παράκλητε, τό Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών καί τά πάντα πληρῶν, ὁ θησαυρός τῶν ἀγαθῶν καί ζωῆς χορηγός, ἐλθέ καί σκήνωσον ἐν ἠμίν καί
καθάρισον ἠμᾶς ἀπό πάσης κηλίδος καί σῶσον, Ἀγαθέ τάς ψυχᾶς ἠμῶν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός
ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.



Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι
οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν
ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα
πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι
τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού•
ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία.
Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας
τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τοῦ Ἱεράρχου τή πανσέπτω Εἰκόνι, πιστοί προσπέσωμεν αὐτῶ ἐκβοῶντες, οἱ ἁμαρτίαις πολλαῖς ἐγκυλινδούμενοι, σπεῦσον ὤ Νικόλαε, Ἱεράρχα Κυρίου, σαῖς πρός τόν
Φιλάνθρωπον, ἱεραῖς ἰκεσίαις, παντός κινδύνου, λύπης καί φθορᾶς, καί δεινῶν νόσων, ἁπάλλαξον ἅπαντας. χριστιανος.
gr

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον
Οὐ σιωπήσομεν πότε, Θεοτόκε, τά, δυναστείας σου λαλεῖν οἱ ἀναξιοι• εἰ μή γάρ σύ προίστασο πρεσβεύουσα, τίς ἠμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως
νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σού• σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν΄ (50)
Ἐλέησον μέ, ὁ Θεός, κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημα μου•επί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας
μοῦ καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διαπαντός. Σοί μόνω ἥμαρτον καί τό πονηρόν ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν
δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας,
τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί
εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστρεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον
ἐν ἐμοί, ὁ Θεός, καί πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου καί τό πνεῦμά σου τό ἅγιον μή ἀντανέλης ἄπ ἐμοῦ. Ἀπόδος
μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός,
ὁ Θεός τῆς σωτηρίας μου•αγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν,
ἔδωκα ἀν•ολοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε,
ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ• τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα• τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον
σού μόσχους.

Εἴτα ψάλλομεν τάς Ὠδᾶς τοῦ Κανόνος.
Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ἀρματηλάτην Φαραώ.

Ταῖς προσευχαίς σου Ἱερέ Νικόλαε, ἐκδυσωπῶν τόν Θεόν, τό σκοτεινόν νέφος, τό τῆς ἀθυμίας μου, Παμμάκαρ διασκέδασον, θυμηδίας ὑπάρχων, καί εὐθυμίας ἀναπλεως,
τῷ Παμβασιλεῖ παριστάμενος.
Ταῖς τῶν παθῶν μέ τρικυμίαις πάντοθεν, περικυκλούμενον, καί λογισμῶν σάλω, τήν ψυχήν δονούμενον, ἐπί λιμένα εὔδιον, τῶν Χριστοῦ θελημάτων, ταῖς προσευχαίς σου
κυβέρνησον, ὅπως σέ δοξάζω, Νικόλαε.
Τῶν Ἀποστόλων καί Ὁσίων σύσκηνος, ἀποδεικνύμενος, καί Θεϊκῆς αἴγλης, πάντοτε πληρούμενος, τούς τήν σεπτήν σου σήμερον, προσκυνοῦντας Εἰκόνα, φωτός μετόχους
ἀναδεῖξον, εὐχαίς σου Παμμάκαρ Νικόλαε.

Θεοτοκίον
Σέ τήν ἐν σπλάγχνοις δεξαμένην Ἄχραντε, τό πῦρ τό ἄστεκτον, ἐκδυσωπῶ πίστει, τῆς γεέννης ρύσαι μέ, καί τῆς ἀποκειμένης μοί, διά πλῆθος πταισμάτων, κολάσεως
ἐλευθέρωσον, σού ταῖς εὐπροσδέκτοις δεήσεσι.

Ὠδή γ΄. Σύ εἰ τό στερέωμα
Ἴνα σέ δοξάζωμεν, καί σέ πρεπόντως γεραίρωμεν, δίδου ἠμίν, Νικόλαε Μάκαρ, τήν εἰρήνην πρεσβείαις σου.
Κόπασον, Νικόλαε, ταῖς σαῖς θερμαῖς παρακλήσεσι, τάς καθ’ ἠμῶν, ἐπανισταμένας, ἀσθενείας δεόμεθα. χριστιανος.
gr
Ρύσαι μέ Νικόλαε, περικυκλούμενον πάθεσι, καί πειρασμοῖς, καί κινδύνοις πλείστοις, ταῖς λιταίς σου καί σῶσον μέ.

Θεοτοκίον
Ἔχω σέ Πανάσπιλε, βίου προστάτιν καί τεῖχος ἄρρηκτον διό δεινῶν, τοῦ ματαίου βίου, οὗ πτοοῦμαι τήν ἕφοδον.

Ὠδή δ΄. Εἰσακήκοα Κύριε
Νόσοις πλείστοις Νικόλαε, καί πολλοῖς τοῖς πταίσμασι περιπέπτωκα, προφθασαν μέ ρύσαι Πάνσεπτε, ταῖς πρός τόν Δεσπότην ἰκεσίαις σου.
Ὁ ἀθώους τυγχάνοντας, νέους τρεῖς θανάτου ἁπαλλαξάμενος, σπεῦσον ρύσαι μέ Νικόλαε, τῆς αἰωνιζούσης κατακρίσεως.
Κατακρίσεως ἄξιος, ζῶν ἐν ἀμελεία εἰμί ὁ ἄθλιος, ταῖς λιταίς σου ἅγιε Νικόλαε, μετανοίας ὅρμω μέ ὁδήγησον. χριστιανος.
gr

Θεοτοκίον
Ρυπωθέντα μέ κάθαρον, καί νενεκρωμένον μέ σύ ἀναστησον, Θεοτόκε ἀειπάρθενε, τόν νεκρούς ζωώσαντα κυήσασα.

Ὠδή ἐ΄. Ἴνα τί μέ ἀπώσω
Ἀκλινεῖ διανοία, πρός τόν Ἐπουράνιον ἀνῆλθες Κύριον, παρ’ οὐ καί τήν χάριν, τῶν μεγίστων θαυμάτων ἀπείληφας, Νικόλαε Μάκαρ• διό ἠμᾶς τούς σούς οἰκέτας, τῶν δεινῶν
καί τῶν νόσων ἁπάλλαξον.
Ἐν τή θεία σου Μνήμη, Ἱερέων Νικόλαε σύλλογος τέρπεται, καί Πιστῶν χορεῖαι, τῶν θαυμάτων τῶν σῶν ἀπολαύουσαι, ἐν χαρά τρυφῶσι, καί ὡς εἰκός σέ ἀνυμνούσι, καί
προστάτην καλούσι σέ μέγιστον.
Λαμπρυνθεῖς θεία αἴγλη, ὤφθη ἡ καρδία σου ὄντως Παράδεισος, τῆς ζωῆς τό ξύλον, κεκτημένη ἐν μέσω τόν Κύριον ὄν δυσώπει Πάτερ, τοῦ Παραδείσου ἀπολαυσαι, τῆς
τρυφῆς καί τῆς δόξης τούς δούλους σου.

Θεοτοκίον
Ἀνατίθημι, Κόρη, πάσας ἐπί Σοῖ τάς ἐλπίδας τῆς σωτηρίας μου διό δυσωπῶ Σέ, μή παρίδης δεινῶς μέ ποντούμενον, συμφορῶν πελάγει, ἀλλά τήν σήν δίδου μοί χείρα,
ὡς τῷ Πέτρω ὁ Υἱός σου, καί σῶσον μέ.

Ὠδή στ΄. Τήν δέησιν ἐκχεῶ
Χειμάζει μέν τῶν κίνδυνων ὁ σάλος, οὐκ ἰσχύει δέ βυθίσαι μέ Μάκαρ• σέ γάρ ἀεί Κυβερνήτην πλουτήσας, πρός γαληνόν τόν λιμένα ἠδύνομαι, καί φθάνω μέχρις οὐρανοῦ,
διά σου Ἱεράρχα Νικόλαε.
Ἰλάσθητι τοῖς σοῖς δούλοις, Παμμάκαρ, καί ὑγείας τήν ἀντίληψιν δίδου ὡς ἀγαθός καί φιλάδελφος φύσει, καί τῶν δεινῶν καί τῶν θλίψεων λύτρωσαι, ταῖς θείαις σου πρός
τόν Θεόν, μεσιτείαις, θεοφρον Νικόλαε.
Λυτρούμενος ἐκ θανάτου ὡς ὤφθης, τοῖς ἀθώους πρίν, ὤ Πάτερ στρατηλάτα, οὕτω καί νῦν περιστάσεως πάσης, ἠμᾶς καί νόσων Νικόλαε λύτρωσαι, πρεσβείαις σου ταῖς
ἱεραῖς, ἴνα πόθω τιμῶμεν τήν Μνήμην σου.

Θεοτοκίον
Φιλάγαθε, νυσταγμῶ βαρούμενον, ραθυμίας μέ θερμή σου ἱκεσία, ἔγειρον νῦν καί μή δώης ὑπνῶσαι, τῆς ἁμαρτίας σόν δοῦλον εἰς θάνατον, προστάτιν γάρ καί ὁδηγόν,
τῆς ἐμῆς σέ ζωῆς ἐπιγράφομαι.
Ἐπιβλεψον μετ’ εὐμενείας, Νικόλαε Μάκαρ, καί πάσαν θλίψιν λιταίς σου ἀπέλασον, ἐκ τῶν ψυχῶν ἠμῶν τῶν οἰκετῶν σου. χριστιανος.
gr
Ἄχραντε ἡ διά λόγου τόν Λόγον ἀνερμήνευτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα Μητρικήν παρρησίαν.

Zoom in (real dimensions: 436 x 559)Ὁ Ἱερεύς μνημονεύει εἴτα τό Κοντάκιον. Ἦχος δ΄.
Ταῖς τῶν θαυμάτων ἀκτίσι, Νικόλαε, καταφαιδρύνεις ὑφήλιον ἅπασαν, καί λύεις τόν ζόφον τῶν θλίψεων, καί τῶν κινδύνων ἐλαύνεις τήν ἕφοδον, προστάτης ὑπάρχουν θερμοτατος.

Καί εὐθύς τό Προκείμενον. Ἦχος δ΄.
Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην, καί οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Στίχος. Καυχήσονται Ὅσιοι ἐν δόξη, καί ἀγαλλιάσονται ἐπί τῶν κοιτών αὐτῶν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ἰωάννην (ἰ΄ 1-9).
Εἶπεν ὁ Κύριος πρός τούς ἐληλυθότας πρός αὐτόν Ἰουδαίους. Ἀμήν ἀμήν λέγω ὑμίν. Ὁ μή εἰσερχόμενος διά τῆς θύρας εἰς τήν αὐλήν τῶν προβάτων, ἀλλά ἀναβαίνων
ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστι καί ληστής ὁ δέ εἰσερχόμενος διά τῆς θύρας, ποιμήν ἔστι τῶν προβάτων. Τούτω ὁ θυρωρός ἀνοίγει, καί τά πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει,
καί τά ἴδια πρόβατα καλεῖ κατ’ ὄνομα, καί ἐξάγει αὐτά. Καί ὅταν τά ἴδια πρόβατα ἐκβάλη, ἔμπροσθεν αὐτῶν πορεύεται, καί τά πρόβατα αὐτῶ ἀκολουθεῖ, ὅτι οἴδασι τήν φωνήν
αὐτοῦ. Ἀλλοτρίω δέ οὐ μή ἀκολουθήσωσιν, ἀλλά φεύξονται ἀπ’ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τήν φωνήν. Ταύτην τήν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς ἐκεῖνοι δέ οὐκ
ἔγνωσαν τίνα ἤν ἅ ἐλάλει αὐτοῖς. Εἶπεν οὔν πάλιν αὐτοῖς ὁ Ἰησοῦς. Ἀμήν ἀμήν λέγω ὑμίν, ὅτι ἐγώ εἰμί ἡ θύρα τῶν προβάτων. Πάντες, ὅσοι ἦλθον πρό ἐμοῦ, κλέπται εἰσί καί
λησταί ἀλλ’ οὐκ ἤκουσαν αὐτῶν τά πρόβατα. Ἐγώ εἰμί ἡ θύρα δί’ ἐμοῦ ἐάν τίς εἰσέλθη, σωθήσεται, καί εἰσελεύσεται, καί ἐξελεύσεται, καί νομήν εὐρήσει.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἁπάλλαξον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Καί τό παρόν προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθεμένοι
Ἅπαντα τόν βίον μου ἐν ἀμελεία διάγων, καί πρό τέλους ἔφθασα, ἄκαρπος ὁ δείλαιος, Ὑπεράγαθε, πονηρῶν πράξεων, ἐπιφέρων μόνον, νῦν φορτία τά δυσβάστακτα ἄπερ
Φιλάνθρωπε, σκόρπισον ροπή τοῦ ἐλέους σου, καί δίδου μοί κατάνυξιν, καί ἐπιστροφήν τήν σωτήριον, ταῖς τοῦ Νικολάου, πρεσβείαις εὐπροσδέκτοις ὁ Θεός, ὄν εἰς πρεσβείαν
προσάγω σοί, καί τήν σέ κυήσασαν. χριστιανος.
gr

Ὁ Ἱερεύς:
Σῶσον ὁ Θεός τόν λαόν σου καί εὐλόγησον τήν κληρονομίαν σού• ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοῖς. Ὑψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καί καταπεμψον
ἐφ’ ἠμᾶς τά ἐλέη σου τά πλούσια• πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί Ἀειπαρθένου Μαρίας• δυνάμει τοῦ Τιμίου καί Ζωοποιοῦ Σταυρού• προστασίαις
τῶν τιμίων ἐπουρανίων Δυνάμεων Ἀσωμάτων• ἰκεσίαις τοῦ Τιμίου καί Ἐνδόξου Προφήτου, Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου• τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων•
ὧν ἐν Ἁγίοις Πατέρων ἠμῶν, μεγάλων ἱεραρχῶν καί οἰκουμενικῶν διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί
Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμμονος, πατριαρχῶν Ἀλεξανδρείας. Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, τῶν Θαυματουργών• τῶν ἁγίων ἐνδόξων
μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρων Τύρωνος καί Στρατηλάτου, τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου, τῶν ἁγίων
ἐνδόξων καί καλλινίκων Μαρτύρων. Τῶν ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν. Τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί ’Ἄννης.
καί πάντων σου τῶν Ἁγίων. Ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε. Ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καί ἐλέησον ἠμᾶς.

Ὠδή ζ΄. Παῖδες Ἑβραίων
Ρύστης πλεόντων ἀνεδείχθης, ὤ Νικόλαε, καί τῶν χηρῶν προστάτης, ὀρφανῶν τέ λιμήν, καί πλουτιστῆς πενήτων διό καί ἠμᾶς λύτρωσαι ἐκ κινδύνων σαῖς πρεσβείαις.
Ξένα Νικόλαε ἐργάζη, ἐν θαλάσση μακράν καί πάση ὑφηλίω, ταχυδρόμους ἀεί, καί πάσχοντας προφθάνων, καί τούτους ἐκλυτρούμενος, ἐκ τῶν νόσων καί κινδύνων.
Νόσων παντοίων καί κινδύνων, Ἰατρός φανεῖς, Νικόλαε τρισμάκαρ τῆς ψυχῆς μου διό, θεράπευσον τήν νόσον, καί εὐρωστίαν δώρησαι, ταῖς ἐνθέοις σου πρεσβείαις.

Θεοτοκίον
Ἐπαρον χείρας σου, Παρθένε, πρός τόν εὔσπλαγχνον Θεόν καί Βασιλέα, καί δεινῶν συμφορῶν, καί νόσων καί κινδύνων, τή κραταιά πρεσβεία σου, ἐξελού τούς σούς οἰκέτας.

Ὠδή ἡ΄. Τόν Βασιλέα
Τούς πειρασμῶν νῦν, περισχεθέντας τῷ βάθει, σούς οἰκέτας Νικόλαε σῶσον, δούς ἠμίν τήν λύσιν, αὐτῶν σαῖς ἰκεσίαις.
Ὡς ἐν τρυφή, αὐλιζόμενος Μάκαρ, Οὐρανῶν τέ δόξης ἀπολαύων, τούς σέ ἀνυμνοῦντας, διάσωζε εὐχαίς σου.
Τῷ ἀπροσίτω, ἑλλαμφθεῖς φωτί Πάτερ, τάς ψυχᾶς τῶν ἐν θλίψει αὐγάζεις, διαλύων πάντα, τῶν πειρασμῶν τόν ζόφον.

Θεοτοκίον
Ἰσχύεις Κόρη, τόν ἐν ἰσχύι τεκοῦσα, εὐσυμπάθητον Σωτήρα τοῦ Κόσμου διό τή θερμή σου, προστρέχω βοήθεια.

Ὠδή θ΄. Κυρίως Θεοτοκίον
Γνωρίζει πάσα Κτίσις, Νικόλαε Μάκαρ, σῶν ἀρετῶν καί θαυμάτων τό πέλαγος διό καί χαίρει, προστάτην σέ ὀνομάζουσα.
Νικόλαε Παμμάκαρ, σῶζε ἐκ κινδύνων, τούς σούς οἰκέτας πιστῶς σέ δοξάζοντας, ὡς μιμητής τοῦ Σωτῆρος, ἀξιοθαύμαστος.
Τρυφῶν ταῖς Οὐρανίαις, θείαις λαμπηδόσι, Θεομακάριστε Πάτερ Νικόλαε, τή προστασία σου σῶσον, ἠμᾶς καί σκέπασον.

Θεοτοκίον
Μαρία Θεοτόκε, τήν κεκακωμένην, τή ἁμαρτία ψυχήν μου ἀγάθυνον, καί ἀγαθῶν αἰωνίων, μέτοχον ποίησον.
Ἄξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν
ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια
Νικόλαε Μάκαρ πάρεσο νῦν, προστάτης καί φύλαξ, καί ἐκ βλάβης παντοδαπῆς, ἠμᾶς ρύσαι πάντας, ἐν γῆ καί ἐν θαλάσση, τούς σέ θερμῶς φωνούντας, καί μεγαλύνοντας.
Χαίροις τῶν Πατέρων κλέος στερρόν, καί τό τῆς Τριάδος, ἐνδιαίτημα καθαρόν, τῶν πιστῶν προστάτης, καί καταπονουμένων, βοήθεια καί σκέπη, Πάτερ Νικόλαε.
Ἐν νόσοις σέ ἔχομεν Ἰατρόν, ἐν κινδύνοις ρύστης. κηδεμόνα ἐν ὀρφανοῖς, ἐν πένησι πλοῦτον, ἐν θαλάσση σωτήρα, καί χαρμονήν ἐν θλίψει, σοφέ Νικόλαε.
Ὀρφανῶν προστάτην σέ καί χηρῶν, πεινόντων τροφέα, πενομένων τέ πλουτιστήν, αἰχμαλώτων ρύστην, πλεόντων τέ σωτήρα, κεκτήμεθα Παμμάκαρ, σοφέ Νικόλαε.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον
δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.

Τό τροπάριον. Ἦχος δ΄.
Κανόνα πίστεως, καί εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σέ τή ποίμνη σου, ἡ τῶν πραγμάτων ἀλήθεια διά τοῦτο ἐκτήσω τή ταπεινώσει τά ὑψηλά, τή πτωχεία
τά πλούσια. Πάτερ Ἱεράρχα Νικόλαε, πρέσβευε Χριστῷ τῷ Θεῶ, σωθῆναι τάς ψυχᾶς ἠμῶν.

Ὁ Ἱερεύς μνημονεύει, καί ἐν τή ἀπολύσει τό παρόν προσόμοιον.
Ἦχος β΄. Ὄτε ἐκ τοῦ ξύλου Σέ νεκρόν

Χάριν εἰληφῶς παρά Θεοῦ, πάσι χορηγεῖς τάς ἰάσεις, ὑπό τήν σκέπην σου, ’γιε Νικόλαε, τοῖς σοί προστρέχουσι, φυγαδεύεις δαιμόνων γάρ, ἀνίατα πάθη, πάντας θεραπεύεις δέ,
τή προστασία σου. Ὅθεν καί ἠμεῖς δυσωποῦμεν, πρέσβευε πρός Κύριον πάσης, λυτρωθῆναι βλάβης τούς ὑμνοῦντας σέ.

Ἦχος πλ. δ΄.
Δέσποινα προσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β΄.
Τήν πάσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.